2
οἷος ἂν ᾗ ἄνθρωπος παρὰ τὰ ἐν τῇ θείᾳ γραφῇ κείμενα συμβουλεύων ἀπὸ καρδίας λαλεῖ καὶ ἐντάλματα ἀνθρώπων διηγεῖται· καὶ περὶ τῶν τοιούτων φέρων τὰ τοῦ ἀποστόλου λέγει ὅτι κἂν ἄγγελος ἐξ οὐρανοῦ ἐστιν, ἀνάθεμα αὐτῷ. ποῦ δὲ θήσομεν τὸ οἱ ἱερεῖς μου ἠθέτουν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου; ὃ προφητικὸν ὂν προσλαβὼν ὁ Θεολόγος ἐν τῷ μεγάλῳ ἀπολογητικῷ προστίθησιν οὕτω λέγων· βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. πόσα δὲ ἄλλα, ἐάν τις θέλῃ ἀκούειν; Παυέσθωσαν λοιπὸν οἱ διαστρέφοντες τὴν ἀλήθειαν τοῦ θεοῦ ψευδέσι λόγοις καὶ ἑαυτοῖς προσεχέτωσαν. ἡμεῖς γάρ, τῆς ἐντολῆς τηλαυγοῦς οὔσης καὶ τῇ παραβάσει τὸ αἰώνιον πῦρ ἀπειλούσης, οὐχ ὑποκύψομεν τοῖς ἀνθρωπίνοις φόβοις ἢ πόνοις, οὔ, μὰ τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας, ἀλλ' εἰ καὶ τὸ αἷμα χεῦσαι δεῖ, μετὰ χαρᾶς προησόμεθα, θεοῦ ἐνισχύοντος διὰ τῶν σῶν ἁγίων προσευχῶν. Ἀνδρίζου οὖν καὶ αὐτός, ἀδελφὲ κῦρι Εὐθύμιε· καλὸν ἀγῶνα ἠγωνίσω· μὴ ἀπολειφθῶμεν ἀλλήλων, φῶς ἐμὸν καὶ σπλάγχνον, μὴ δι' ὀλίγην καὶ πρόσκαιρον εὐζωΐαν ἀπολέσωμεν τὴν μακαρίαν ζωήν. μὴ τερφθῇς τοῖς παροῦσιν ἡδέσιν καὶ ὀκλάσῃς πρὸς τὰ θλιβερά, ὦ ἀδελφέ, μὴ δώσῃς νῶτα. ἐτέρφθη οὖν ὁ Χριστός, ἰδών σε τυπτόμενον ὑπὲρ αὐτοῦ· μὴ λυπήσῃς αὐτόν, ἀγαπητέ μου, μηδὲ τοὺς περιχαρέντας ἀγγέλους μηδὲ τὸν κύριον τὸν πατέρα μηδὲ τὴν καὶ πνεύματι ἁγίῳ ὠδίνουσαν ἡμᾶς σεβασμίαν μητέρα μηδὲ τοὺς ἀδελφούς σου πάντας, ἐξαιρέτως ἐμέ, ὃν λέγεις δῶρον φιλεῖν. τρεῖς ἐσμεν ἀδελφοὶ τὸ κατὰ σάρκα, ἔστω καὶ τὸ κατὰ πνεῦμα. μὴ ἀτιμάσωμεν τὸν τίμιον καὶ θεαρχικὸν ἀριθμόν, δῶμεν ἑαυτοὺς ὑπὲρ ἐντολῆς θεοῦ πάσχειν, ἵνα ζήσωμεν τὸν αἰῶνα. Λύπη δ' οὖν ἡμῖν ἐστι, πάτερ, μεγάλη καὶ διὰ τοὺς λοιποὺς γλυκείους ἀδελφοὺς ἡμῶν, πῶς ὁ κύριος διευθέτησεν αὐτούς. τοῦτο γὰρ ὡς ἁμαρτωλοὶ εὐχόμεθα, ἵνα αὐτὸς μεριμνητὴς αὐτῶν γένηται, διοικητής, ὁδηγός, ὡς οἶδεν καὶ κελεύει καὶ θέλει τὰ κατ' αὐτοὺς πρυτανεύων· τῷ ὄντι γὰρ πικρὰ δάκρυα ἀποστάζομεν δι' αὐτοὺς καὶ ἐπ' ὀφθαλμοὺς ἡμῶν ἀεὶ αἱ ὄψεις αὐτῶν κεῖνται, τὴν εὐχὴν αὐτῶν δεομένων εἰς βοήθειαν τῆς ῥαθυμίας ἡμῶν. ὅμως εὔχου, ὦ πάτερ, ὑπὲρ πάντων, ὑπομονὴν κτήσασθαι ἡμᾶς, εὐτυχίαν, σκέπην ἐκ θεοῦ καὶ βοήθειαν ἐκ τῶν πειρασμῶν τοῦ διαβόλου καί, ὃ ἀρέσκει τῷ θεῷ, περὶ τοῦ ἐν σαρκὶ ἰδεῖν σε ἢ τοὺς ἀδελφοὺς ἡμῶν· γένοιτο, γένοιτο. δεόμεθα καὶ τολμοῦμεν ἐξ ἡμῶν προσαγορεῦσαι τὸν γλυκὺν ἡμῶν ἀδελφόν, εἴπερ ἐστὶ μετὰ σοῦ, ἢ καὶ ἄλλος ἀδελφὸς ἡμῶν οἷος ἂν ᾖ καὶ φθάσῃς μηνύσαι. ἀσπάζεται δὲ σὺν ἐμοὶ τὴν ἁγίαν σου ψυχὴν ὁ κύριος διάκονος καὶ πατὴρ ἡμῶν, ὁ καλός μου ἀδελφὸς καὶ τέκνον σου, ὁ οἰκονόμος, οἱ λοιποὶ τίμιοι ἀδελφοὶ καὶ πολυπόθητοι. εὔχου ἡμῖν, πάτερ, θερμῶς καὶ ἀδιαλείπτως, ὡς κελεύεις· τὶ γὰρ ἄλλο λέγειν οὐκ ἔχομεν.
2 {1Τῷ αὐτῷ}] 1 ∆ευτερεύω ἄρτι γράφων πρὸς τὸν κῦριν καὶ πατέρα μου· οὐκ οἶδα εἰ ἐδέξω
τὰ γράμματα. καὶ ἐν ἐκείνοις οὖν, εἴ τι ὁ καιρὸς ἀπῄτει καὶ ἦν ἡμῖν εἰς δύναμιν, ἀναξίως δ' οὖν ὅμως ἐφθεγξάμεθα, καὶ ἄρτι δὲ ὅσα ἐπιβάλλει καὶ διδοῖ θεὸς ἐπ' ὠφελείᾳ τῆς ταπεινῆς μου ψυχῆς ἢ καὶ πρὸς παρηγορίαν, τολμῶν λέγω, τῆς σῆς μεγαλοψυχίας, ὦ πάτερ, προσερήσομεν. τοῦτο δὲ ὡς πολλάκις καὶ νῦν λέγω καὶ ἀπολογοῦμαι, ὅτι, εἴ τις λόγος ἐν ἐμοὶ καὶ ἐπιτηδειότης πώς ποτε μικρὰ περὶ τοῦ γράφειν, οὐ δι' ἐμὲ τὸν ἄθλιον δοῦλόν σου δεδώρηται, ἀλλ' ἕνεκα σοῦ τοῦ ἔχοντος τὴν ἄφθονον χάριν ἐν καρδίᾳ πηγάζουσαν καὶ διὰ τοῦτο ἡδομένως καὶ χαιρόντως ἔργον ἔχειν παιδεύειν καὶ σοφίζειν οὐ μόνον ἡμᾶς, οὓς ὡς ἀδελφιδοῦς οἰηθέντες τινὲς ἀπεσφάλησαν, ἀλλὰ καὶ πάντας, ὅσους ἐκ πνεύματος ἤνεγκας υἱούς τε καὶ