2
πεφανέρωται. Πῶς, καὶ τίνι τρόπῳ; Ὧδε γὰρ τὸ ζητούμενον. Μικρὸν ἀναμείνας, ἀγαπητὲ, λήψῃ τοῦ ποθουμένου τὴν ἐπίλυσιν.
δʹ. Μέλλοντος ἀνθρώπου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι δι' ἄπειρον Θεοῦ ἀγαθότητα, πρότερον οὐρανὸς ἐκτείνεται, γῆ ὑπεστόρεσται, θάλασσα περιώρισται, καὶ ὅσα ἀμφοτέρων συμπληρωτικὰ, ἐν ταυτῷ τῆς ὅλης διακοσμήσεως εἴληπται. Εἶθ' ὕστε96.684 ρον ὁ ἄνθρωπος βασιλικῶς εἰς γυμνάσιον ἀρετῆς ἐν παραδείσῳ τίθεται· ἀλλ' εἰ μὴ ἡ παράβασις προὐχώρησεν, οὐκ ἂν τοῦ ζωηροῦ χωρίου ἐξωρίζετο. Ἐξοστρακισθεὶς δὲ τοῦ ἐνδύματος, εἰ μὴ ταῖς θείαις προμηθείαις ἀντανίστατο, οὐκ ἂν εἰς τὴν πολυπαθεστάτην ἀλλοίωσιν κατηγάγετο, ἀντὶ Θεοῦ μονάρχου πολυθεΐαν σεβόμενος. ∆ιά τοι ταῦτα, ὡς ἐν κεφαλαίῳ φάναι, τῇ φθορᾷ κατεσχημένων ἁπάντων, καὶ Θεοῦ κατοικτιζομένου μὴ εἰς παντελῆ ἀνυπαρξίαν χωρῆσαι τὸ τῶν οἰκείων χειρῶν πλάσμα, ἄλλου καινοῦ οὐρανοῦ, γῆς τε καὶ θαλάσσης ποίημα, ἐν οἷς χωρηθῆναι εὐδοκεῖ δι' ἀνάπλασιν τοῦ γένους ὁ ἀχώρητος. Καὶ ταῦτά ἐστιν ἡ μακαρία καὶ πολυύμνητος Παρθένος. Ὢ τοῦ θαύματος! Οὐρανὸς μὲν, ὡς ἐκ τῶν ἀδύτων θησαυρῶν, τὸν τῆς δικαιοσύνης Ἥλιον ἀνίσχουσα· γῆ δὲ, ὡς ἐκ τῶν ἀχράντων λαγόνων τῆς ἀφθαρσίας, τὸν στάχυν τῆς ζωῆς βλαστήσασα· θάλασσα, ὡς ἐκ τῶν κοιλιακῶν κόλπων, τὸ νοητὸν μαργαρίτην προφέρουσα. Ἤδη τοιγαροῦν παρήχθη ἡ νεοφανὴς κτίσις τοῦ ἀχωρήτου. Ηὐτρεπίσθη ἡ βασίλειος αὐλὴ τοῦ Παμβασιλέως. Ἡτοιμάσθη τὸ λογικὸν καταγώγιον τοῦ ἀκαταλήπτου. Ὡς μεγαλοπρεπὴς ὅδε ὁ κόσμος! ὡς ἀξιάγαστος ἡ δημιουργία, φυτοῖς ἀρετῶν ὡραΐζουσα, ἄνθεσιν ἁγνείας εὐωδιάζουσα, λαμπρότησι θεωριῶν ἀγλαΐζουσα, πᾶσιν ἄλλοις ἀμφιλαφέσιν ἀγαθοῖς ἀνενδεῶς ἔχουσα, ἀξία, τὸ δὴ λεγόμενον, τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐνοικήσεως! Καίτοι γε καὶ ὁ πρὶν κόσμος, θαυμαστὸς ὅτι μάλιστα· ὅτε γὰρ, φησὶν, ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου, καὶ ὕμνησαν. Ἀλλ' οὔ τί πω οὕτω θεοπρεπὲς, ὡς ἡ μακαρία αὕτη καὶ πανθαύμαστος Παρθένος. Καὶ ὅτι ἀληθὲς, ἄκουσον τοῦ πολύτλα Ἰὼβ λέγοντος· Οὐρανὸς μὲν οὐ καθαρὸς, ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ. Τῆς δὲ τί καθαρώτερον; τί δὲ ἀμεμπτότερον; ἧς τοσοῦτον ἠράσθη Θεὸς, τὸ ἀκρότατον φῶς καὶ καθαρώτατον, ὡς δι' ἐπελεύσεως ἁγίου Πνεύματος οὐσιωδῶς αὐτῇ συγκραθῆναι, καὶ ἐξ αὐτῆς προελθεῖν τέλειος ἄνθρωπος, μετὰ τῆς ἀμεταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως. Ὢ τοῦ θαύματος! Τὴν ἰδίαν δούλην, μητέρα κτήσασθαι οὐκ ἐπῃσχύνθη ὁ φιλανθρωπότατος. Ὢ τῆς συγκαταβάσεως! Τοῦ ἰδίου πλάσματος γέννημα χρηματίσαι οὐκ ἀπῃνήνατο ὁ ὑπεράγαθος, ἐκείνης ἐρασθεὶς δηλαδὴ τῆς ὡραιοτέρας πάσης κτίσεως, ἐκείνης ἐπιλαβόμενος τῆς ἀξιωτέρας τῶν οὐρανίων δυνάμεων. Περὶ ταύτης τοίνυν ὁ Ζαχαρίας ὁ θαυμασιώτατος, Τέρπου, φησὶ, καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Περὶ ταύτης γε καὶ Ἰωὴλ ὁ μακαριώτατος, ὡς ἐμοὶ δοκεῖ, ὧδέ πως κεκραγὼς φαίνεται· Θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαί σοι. Γῆ γάρ ἐστιν, ἐφ' ᾗ Μωϋσῆς ὁ ἱερώτατος λῦσαι τὸ ὑπόδημα τοῦ σκιώδους νόμου εἰς ἐξαλλαγὴν χάριτος προσετάττετο. Γῆ ἐστιν, ἐφ' ᾗ τεθεμελιῶσθαι τῇ σαρκὶ ὑπὸ τοῦ Πνεύ96.685 ματος ᾄδεται, ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς. Γῆ ἐστιν, ἡ σπορᾶς ἀνεπίδεκτος, καὶ ἁπάντων καρποτροφοῦσα τροφοδότην. Γῆ ἐστιν, ἐφ' ἣν τῆς ἁμαρτίας ἄκανθα οὐκ ἀνέτειλε. Τοὐναντίον δὲ μᾶλλον διὰ τοῦ ταύτης ἔρνους πρόῤῥιζος ἐκτέτιλται. Γῆ ἐστιν, οὐχ ὡς ἡ πρότερον κατηραμένη, καὶ ἧς καρποὶ πλήρεις ἀκανθῶν καὶ τριβόλων· ἀλλ' ἐφ' ἣν εὐλογία Κυρίου, καὶ ἧς εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας, ὥς φησιν ὁ ἱερὸς λόγος.
εʹ. Ἀλλ' ἐπεὶ ταῦτα οὕτως, φέρε, ἴδωμεν ὅθεν εὐθυδρόμησεν ὁ ἀείζωος ὄρπηξ τῆς παρθενίας· τίς ὁ φύσας, καὶ τίς ἡ τεκοῦσα. Ἰωακείμ τε καὶ Ἄννα, ἡ διαφανὴς καὶ