2
διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ τι λάβῃ ὡς παχύτερος οὖν τὴν νόησιν καὶ βραδύτερός πως, ἤπερ ἐχρῆν πρὸς τὴν τῶν θειοτέρων ἰόντι κατάληψιν προτείνει τὴν πεῦσιν γυμνάζων εἰς πίστιν τὸν μαθητήν· τοῦτο γὰρ σημαίνει τὸ πειράζων ἐν τούτοις, εἰ καὶ καθάπερ ὁ μακάριος εὐαγγελιστὴς διισχυρίσατο· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 27Jo 6, 9 Ὁμοίως τῷ Φιλίππῳ ἐλέγχεται μηδὲν μέγα φαντασθεὶς μηδὲ ἐπάξιον τοῦ διδασκάλου φρονήσας δι' ὧν ἐπήγαγεν· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοJoύτους; 31 Jo 6, 33-35 Ἐπειδὴ πάντες ἦμεν νενεκρωμένοι τῇ ἁμαρτίᾳ ἢ ἐπειδὴ μετὰ τὴν ἀνάστασιν τὴν ἀΐδιον καὶ ἄφθαρτον δίδωσι ζωὴν τοῖς πιστεύουσιν, ἡνίκα οὐκ ἔσται βρῶσις οὐδὲ πόσις αἰσθητὴ καὶ διὰ τοῦτο οὐ μὴ πεινάσῃ. τὸ μὲν μάννα τῶν μετα σχόντων ἐν τῇ ἐρήμῳ πρὸς ὀλίγον διέθρεψε τὸ σῶμα, τῇ δὲ ψυχῇ οὐδὲν πρὸς ἀρετὴν καὶ εὐζωΐαν συνεβάλλετο· πάντες γὰρ ἐκεῖνοι δίχα ὀλίγων ἀσεβήσαντες ἐφωράθησαν, ὁ δὲ ζῶν ἄρτος ῥήμασι ζωῆς τὰς ψυχὰς τῶν πιστευόντων ἀνα κτησάμενος ζωὴν τὴν ἀληθινὴν περιεποίησε τῷ κόσμῳ. 32Jo 6, 35 32 Τὸ μὲν σῶμα αἰσθητὸν ὑπάρχον καὶ αἰσθητῷ τρεφόμενον ἄρτῳ οὐδαμῶς ἀρκεῖται τῇ πρὸς ἅπαξ μεταλήψει· ἐμφορηθὲν γὰρ εὐθὺς πάλιν διὰ τὴν φύσιν ὀλίγου παρελθόντος διαστήματος αὖθις ἄρχεται πεινῆν. ἡ δέ γε νοερὰ καὶ ἀσώματος ψυχὴ ζώντων λόγων τῶν τοῦ κυρίου μεταλαβοῦσα καὶ τῷ ἐπουρανίῳ ἄρτῳ πνευματικῶς τραφεῖσα πρὸς πάντα τὸν ἐφεξῆς χρόνον ἀνενδεὴς διαμένειν πέφυκεν. ὅθεν σὺν ἀληθείᾳ ἔλεγεν· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς καὶ τὰ ἑξῆς. 33Jo 6, 35 Ὅπερ ὁ ἐκ τῆς γῆς ἄρτος εἴωθε ποιεῖν τὴν ἀσθενῆ φύσιν τῆς σαρκὸς ζωογονῶν , τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ πνεύματος ἐνεργείας ποιεῖ τὸ πνεῦμα ζωοποιῶν καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν ἄφθαρτον μετὰ τὴν ἀνάστασιν διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν. ἤτοι ἄρτον ζωῆς ἐνταῦθα τὴν ἑαυτοῦ σάρκα ἐρεῖ ὡς ἐσθιομένην ἐν τοῖς μυστηρίοις. 35Jo 6, 46 ἔοικε δὲ καὶ αὐτὸν πάλιν αἰνίττεσθαι Μωυσέα· ᾤοντο γὰρ ἀνοήτως διὰ τὸ εἰσελθεῖν εἰς τὸν γνόφον αὐτὸν τεθεᾶσθαι τὴν ἄρρητον τοῦ θεοῦ φύσιν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὅπερ ἐστὶ κατὰ φύσιν. ἀλλ' ἵνα μὴ σαφῶς τοῦτο εἰπὼν δοκῇ πως αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θρά Joς , ἀορίστως αὐτὸ τέθεικε κατὰ πάντων. εἰ δὲ μόνος ὁ υἱὸς ὁρᾷ τὸν πατέρα, ἔξω τῶν πάντων ἐστὶ καὶ ὑπὲρ πάντα καὶ ἐπάνω πάντων. 37Jo 6, 53 Ἔστιν, οἶμαι, καὶ καθ' ἕτερον τρόπον καὶ βαθυτέραν θεωρίαν τὰ λεγόμενα ἐκλαμβάνειν· οἱ γὰρ εἰλικρινῶς τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν παραδεξάμενοι καὶ τῷ τῆς ψυχῆς λογισμῷ διὰ τῆς συγκαταθέσεως ὥσπερ ἀπογευσάμενοι τοῦ δόγματος λογικῶς ἐσθίουσι τὴν σάρκα καὶ μεταλαμβάνουσι διὰ τῆς πίστεως τοῦ αἵματος ἐκ τῶν προειρημένων τὴν αἰώνιον κληρονομοῦντες ζωήν. 38Jo 6, 54-55 ∆ιό φησιν· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον. ἐγχωρεῖ δὲ τούτων καὶ ἄλλως τὴν μετάληψιν πνευματικὴν ἐπιδεῖξαι· τοῦ γὰρ εὐαγγελικοῦ κηρύγματος ἡ διδασκαλία καὶ ἡ τῆς λέξεως ἀνάγνωσις εὐσύνοπτος πᾶσι τοῖς ἐντυγχάνουσιν ὥσπερ σὰρξ ὁρωμένη ὑπὸ πάντων καταλαμβάνεται, ἡ δὲ τῶν δηλουμένων διάνοια ἀκατάληπτος οὖσα τοῖς πολλοῖς ὥσπερ αἷμα ἐν σαρκὶ ἐν τῷ μαθητῶν λόγῳ ἀποκέκρυπται. ὅπερ πνευ ματικῶς μεταλαμβάνειν ἡμᾶς βουλόμενος τοιούτοις ἐχρήσατο ῥήμασιν· ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος ἡ μὲν σὰρξ πρόδηλός ἐστιν ὁρωμένη ὑπὸ πάντων, τὸ δὲ αἷμα ἐν τῷ πάθει διεσπαρμένον τέως ἀόρατον ὑπάρχει, εἰ μὴ τρωθέντος τοῦ σώματος προχυθείη, τὸν αὐτὸν τρόπον καὶ ὁ υἱὸς τοῦ θεοῦ τὴν μὲν λέξιν τῆς διδασκαλίας αὐτοῦ ὑπὸ πάντων ὁμοίως ἀκουομένην σάρκα ὀνομάζει, τὰς δὲ θεωρίας καὶ τὸν ἐγκείμενον νοῦν δυσθεώρητον ὄντα καὶ τοῖς πολλοῖς ἀκατάληπτον αἰνιγματωδῶς αἷμα προσηγόρευσεν. ὅθεν ἐπήγαγε λέγων· ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις. ἡ δὲ τοῦ ἀληθοῦς προσθήκη τὸ παρηλλαγμένον καὶ ἐξαίρετον τῆς βρώσεως καὶ τοῦ τρόπου αὐτῆς παρίστησιν, δι' οὗπερ οἱ λογικῶς ἐσθίοντες καὶ πίνοντες ἀνακίρνανται