2
Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικός. Φαῦστα, γαμετὴ τοῦ μεγάλου Κωνσταντίνου. Τούτων ἀποθεμένων τὴν βασιλείαν οἱ ὑπ' αὐτῶν γενόμενοι καίσαρες κατὰ ταὐτὸν ἄμφω ἐβασίλευσαν Μαξιμιανὸς Γαλλέριος, γαμβρὸς ∆ιοκλητιανοῦ ἐπὶ θυγατρὶ Βαλερίᾳ, καὶ Κωνστάντιος· ὅστις γήμας Θεοδώραν, θυγατέρα τοῦ Ἐρκουλίου γεννᾷ· Κωνστάντιον, Ἀναβαλλιανόν. Κωνσταντίαν, πατέρα Γάλλου καὶ Ἰουλιανοῦ τοῦ ἀποστάτου.γαμετὴν Λικινίου. ἐκ δὲ Ἑλένης τῆς θεοφιλοῦς γεννᾷ· τὸν μέγαν Κωνσταντῖνον. Οὗτος δὲ ἐκ Φαύστας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ· Κρίσπον. Κωνστάντιον. Κωνσταντῖνον. Κώνσταντα. Ἑλένην, γαμετὴν Ἰουλιανοῦ τοῦ ἀποστάτου.
6 ΧΡΟΝΟΓΡΑΦΙΑ ΑΠΟ ∆ΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΜΙΧΑΗΛ ΚΑΙ
ΘΕΟΦΥΛΑΚΤΟΥ ΤΩΝ ΒΑΣΙΛΕΩΝ.
Κόσμου ἔτη εψοζʹ. Τῆς θείας σαρκώσεως ἔτη σοζʹ. Ῥωμαίων βασιλεὺς ∆ιοκλητιανὸς ἔτη κʹ. αʹ. Περσῶν βασιλεὺς Οὐαρράχης ἔτη ιζʹ. ιεʹ. Ῥώμης ἐπίσκοπος κθʹ Γάϊος ἔτη ιεʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος κηʹ Ὑμέναιος ἔτη κδʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιϛʹ Θεωνᾶς ἔτη ιθʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος ιθʹ Τύραννος ἔτη ιγʹ. βʹ. βʹ. ιϛʹ. ηʹ. ιδʹ. ιβʹ. γʹ. γʹ. ιζʹ. θʹ. ιεʹ. ιγʹ. δʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτος αʹ. δʹ. αʹ. ιʹ. ιϛʹ. ιδʹ. εʹ. Τούτῳ τῷ ἔτει ∆ιοκλητιανὸς Μαξιμιανὸν τὸν Ἐρκούλιον κοινωνὸν ἀνέδειξε τῆς αὐτοῦ βασιλείας τῷ τετάρτῳ αὐτοῦ χρόνῳ. Περσῶν βασιλεὺς ζʹ Ναρσῆς ἔτη ηʹ. εʹ. αʹ. ιαʹ. ιζʹ. ιεʹ. ϛʹ. ϛʹ. βʹ. ιβʹ. ιηʹ. ιϛʹ. ζʹ. Τούτῳ τῷ ἔτει ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος Ὁβούσιριν καὶ Κόπτον, πόλεις ἐν Θήβαις τῆς Αἰγύπτου, εἰς ἔδαφος κατέσκαψαν ἀποστατησάσας τῆς Ῥωμαίων ἀρχῆς. ζʹ. γʹ. ιγʹ. ιθʹ. ιζʹ. ηʹ. ηʹ. δʹ. ιδʹ. κʹ. ιηʹ. θʹ. θʹ. εʹ. ιεʹ. καʹ. ιθʹ. ιʹ. 7 Τούτῳ τῷ ἔτει ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος καίσαρας ἐποίησαν Κωνστάντιον καὶ Μαξιμιανὸν Γαλλέριον. καὶ ὁ μὲν ∆ιοκλητιανὸς δέδωκε τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον τῷ Γαλλερίῳ, ὁ δὲ Ἐρκούλιος Μαξιμιανὸς Θεοδώραν, τὴν ἑαυτοῦ θυγατέρα, τῷ Κωνσταντίῳ συνέζευξεν, καίτοι γε ἑκατέρων γαμετὰς ἐχόντων, ἃς ἀπώσαντο διὰ τὴν πρὸς τοὺς βασιλεῖς στοργήν. Ῥώμης ἐπίσκοπος Μαρκελλῖνος ἔτη βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ μάρτυς ἔτη ιαʹ. ιʹ. ϛʹ. αʹ. κβʹ. αʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἀλεξάνδρεια σὺν τῇ Αἰγύπτῳ εἰς ἀποστασίαν ὑπὸ Ἀχιλλέως ἀχθεῖσαι οὐκ ἀντέσχον τῇ Ῥωμαίων προσβολῇ, καθ' ἣν πλεῖστοι ἀνῃρέθησαν, δίκην δεδωκότων τῶν τῆς ἀποστασίας αἰτίων. ιαʹ. ζʹ. βʹ. κγʹ. βʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος διωγμὸν μέγαν καὶ φρικωδέστατον κατὰ Χριστιανῶν ἤγειραν καὶ πολλὰς μυριάδας μάρτυρας ἐποίησαν, παντοίας βασάνους ἐπινοοῦντες καὶ πολλὰ κακὰ ἐργαζόμενοι. περὶ ὧν τις ἐπερχόμενος τὴν ηʹ βίβλον τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου εἴσεται. Κόσμου ἔτη εψπηʹ. Τῆς θείας σαρκώσεως ἔτη σπηʹ. Ῥωμαίων βασιλεὺς ∆ιοκλητιανὸς ἔτη κʹ. ιβʹ. Περσῶν βασιλεὺς ζʹ Ναρσῆς ἔτη ηʹ. ηʹ. Ῥώμης ἐπίσκοπος λʹ Εὐσέβιος ἔτος αʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος κηʹ Ὑμέναιος ἔτη κδʹ. κδʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιζʹ Πέτρος ἔτη ιαʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος ιθʹ Τύραννος ἔτη ιγʹ. ιγʹ. Τούτῳ τῷ ἔτει νεωτερισμοῦ γεγονότος ἐν Γαλλίαις ὑπὸ Ἀμάνδου καὶ Αἰλιανοῦ Μαξιμιανὸς ὁ Ἐρκούλιος διαβὰς καθεῖλεν 8 αὐτούς. ἀλλὰ καὶ Κράσος ἀντῇρε καὶ Βρεττανίαν κατέσχεν, καὶ οἱ πέντε Γεντιανοὶ τὴν Ἀφρικήν, καὶ Ἀχιλλεὺς τὴν Αἴγυπτον. ἀλλὰ Κράσον μὲν ἐπὶ τρισὶν ἔτεσι τὴν Βρεττανίαν κατασχόντα Ἀσκληπιόδοτος ὁ ἔπαρχος ἀνεῖλεν. ἐν δὲ ταῖς Γαλλίαις ἀγχίστροφος ἐκ παραδόξου γέγονε Κωνσταντίῳ τῷ καίσαρι τύχη· ἐν ὥραις γὰρ ἓξ τῆς αὐτῆς ἡμέρας καὶ ἡττώμενος ὤφθη καὶ νικῶν ἀπεδείχθη. ἄρτι μὲν γὰρ ἐπικλύσαντες οἱ Ἀλαμάνοι