1

 2

 3

 4

 5

 6

 7

2

χρόνους "ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ" τιθείς, ὅρων χηρεύουσαν τὴν ἡμετέραν ζωὴν προηγάγετο; πολλοῦ γε καὶ δεῖ.

Ποῦ γὰρ θήσεις τὸ «"καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου"» ἢ τὸ «"ἠγγίκασι αἱ ἡμέραι τοῦ θανάτου σου"» ἢ τὸ «"οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου" ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, "ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν καὶ εἴκοσιν ἔτη"» ὁ τὴν ἔκφυλον ἀοριστίαν πρεσβεύων καὶ τὰ ξένα τῶν δογμάτων παρεισάγων τεράστια οἷα Πλατωνικὰς ἰδέας τινάς, φάσματα νοῦ καὶ διανοίας κούφης ἀθύρματα, κακὴν ᾿Ακαδημίαν αὐτοσχεδιάσας ταῖς ἐκκλησίαις ἑλληνικώτερον; ἢ οὐχὶ καὶ ἡ πρὸς Αἴγυπτον κάθοδος τοῦ ᾿Ισραὴλ ἔτεσι τετρακοσίοις διώριστο, ὦ φιλαόριστε σὺ καὶ παραχαράκτα τῶν ἀπαραγράφων δογμάτων τῆς πίστεως; ποῦ δὲ οἰχήσεται τὸ παρὰ τῷ ψάλλοντι πρεσβευόμενον λόγιον «"αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἑβδομήκοντα ἔτη ἢ ὀγδοήκοντα"» [τῆς διαστολῆς καὶ δυνάμεως]; καὶ εἰ μὴ πνευματικὸς ἡμᾶς ἐχαλίνωσε νόμος μὴ τοὺς προπετεῖς ἀσπάζεσθαι γέλωτας, εἶχον ἂν βρασματωδῶς κατακαγχάζειν ὥσπερ γελοίου τοῦ πράγματος τοῖς σοῖς ἐπεγγελᾶν καταναγκαζόμενος ἐγχειρήμασι. τὸν ∆αυὶδ οὐκ ἀκήκοας πώποτε χοροστατοῦντα καὶ ᾄδοντα «"γνώρισόν μοι τὸ πέρας μου, κύριε, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ."»; Μὴ πρὸς τῆς ἐκκλησίας, ὦ ἄνθρωπε, "ἀλλ' ἄγε δὴ μετάβηθι", κατὰ τὴν ποίησιν, καὶ μεταχώρει πρὸς τὰ ἡμέτερα, ὀρφανήν τινα καὶ ἀκυβέρνητον τὴν πλάνην ἀπορριψάμενος. ζυγομαχήσας ἐζημιώθης ἀλήθειαν· γνωσιμαχήσας δὲ πάντως ἕξεις οὗπερ ἐστέρησαι. οὐ πρεσβῦται καὶ πλήρεις ἡμερῶν οἱ πατριάρχαι κεκοίμηνται; καὶ τί σοι τούτῳ δοκεῖ τὴν γραφὴν ὑποσημήνασθαι; ἐγὼ μὲν οἶμαι "τῶν ὅρων τῆς ζωῆς πληρωθέντων" κατὰ τὸν θεῖον ἐκεῖνον καὶ μέγαν Βασίλειον. τῷ ὄντι γὰρ οὐ στρουθίον "πεσεῖται ἄνευ τοῦ πατρὸς" ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὦ γενναῖε εἰς ζήτησιν καὶ πρὸς λόγων στροφὰς ἑτοιμότατε. τὸ «"τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἐληλύθη ἡ ὥρα μου"» καὶ ἡ ἐξ ᾿Ιουδαίων ἀπόδρασις τοῦ Χριστοῦ διὰ τὸ οὔπω τοῦ σταυροῦ ἐληλυθέναι τὴν ὥραν, πῶς οὐχὶ τοῖς σοῖς ἀντιφθέγξονται δόγμασι καὶ οἷα καταπέλται τινὲς τοὺς σοὺς λιθοβολήσουσι λόγους καὶ ὡσεὶ χνοῦν "ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς" διαλικμήσουσι; Τίς σοι τοὺς μυθικοὺς τούτους φληνάφους κωθωνιζόμενος παρέδωκε; τί φόρτον τερθρείας κενῆς ἐμπορευσάμενος ἐς μέγα τὰς ὀφρῦς ἀνιστᾷς; ποία σοι καθέστηκεν ὄνησις "ἱστὸν ἀράχνης" κατὰ τὸν προφήτην ὑφαίνοντι καὶ μικρὰς καὶ ἀνυποστάτους ἐννοίας κατὰ μεγάλων ἱστουργοῦντι δογμάτων; τί τὸν χιτῶνα τῆς θεωρίας τὸν ἄνωθεν ὑφαντὸν παρωσάμενος τοὺς "δερματίνους" καὶ παχυτέρους τῆς διανοίας "χιτῶνας" ἠμφίεσαι, οὓς περιβάλλεσθαι προσήκει τοὺς ἐξοκείλαντας καὶ τῆς θείας τῶν νοημάτων τρυφῆς ἐξοριζομένους διὰ τὸ κενὸν τῆς ἀπαγορευθείσης αὐτοῖς ἐγχειρήσεως; "τὴν πολιὰν" τῶν ὀρθῶν "δυσωπήθητι" λόγων, ἡλικιῶτίς ἐστι τῆς ἐκκλησίας, τὴν πρεσβυγένειαν ταύτης αἰδέσθητι. ἀεί που τὸ νεώτερον ἀτιμότερον πέφυκε· κακὸν τὸν νέον νομοθετοῦσι καὶ οἱ ἐπὶ τῆς σκηνῆς τραγῳδοὶ συντάττονται. διὰ τοῦτο μὴ λέγε ὅτι «νεώτερός εἰμι»· καὶ τὴν ποίησιν οἶδας τὸ νεώτερον ἀτιμάζουσαν. διὰ τοῦτο καὶ τὸν χρόνον οἱ τῆς θύραθεν σοφίας τε καὶ παιδείας κακίζουσιν ὡς ἀεὶ τῶν ξένων ὀργῶντα, νοσηλευόμενον τὰ καινότερα. "ἐπερώτησον" τοὺς πατέρας σου καὶ ἀναγγελοῦσί σοι καὶ "τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι" ὡς ἐπάγονται θάνατοι τῶν ὅρων τῆς ζωῆς πληρουμένων. ῾Ικανῶς, ὦ ἄνδρες δικασταὶ καὶ λαῶν γνωμοδόται καὶ νομοφύλακες, ὑπὲρ τῶν ἀρτίως λόγων ἀπολελόγημαι· ἤδη δέ μοι καὶ τὴν νικῶσαν ἀποίσεσθαί με καιρὸς καὶ τὴν κρείττονα μοῖραν ἀποκληρώσασθαι ἀναδούμενόν τε τῶν λόγων τὸν στέφανον εἰς τὰ ἐνδόμυχα τῆς ἐκκλησίας χορεύειν ᾄδειν τε τῷ κυρίῳ μεθ' ὑμῶν ᾠδὴν ἐπινίκιον, ὅτι στόμα λαλοῦν ἐνεφράγη ἄδικα καὶ θάλασσα πλάνης διέστηκε καὶ ταύτης ἐξεκλίναμέν που