Ye that are strong with all might in the inner man ought by rights to carry on the struggle against the enemies of the truth, and not to shrink from the task, that we fathers may be gladdened by the noble toil of our sons; for this is the prompting of the law of nature: but as you turn your ranks, and send against us the assaults of those darts which are hurled by the opponents of the truth, and demand that their “hot burning coals”1 Ps. cxx. 3; the phrase is rendered in A.V. by “coals of juniper,” in the Vulg. by “carbonibus desolatoriis.” and their shafts sharpened by knowledge falsely so called should be quenched with the shield of faith by us old men, we accept your command, and make ourselves an example of obedience2 Reading, with Oehler, εὐπειθείας, in order that you may yourself give us the just requital on like commands, Ablabius, noble soldier of Christ, if we should ever summon you to such a contest.
Ὑμᾶς μὲν δίκαιόν ἐστι, τοὺς ἀκμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω ἄνθρωπον, πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι καὶ μὴ κατοκνεῖν πρὸς τοὺς πόνους, ὅπως ἂν ἡμεῖς οἱ πατέρες τοῖς γενναίοις ἱδρῶσι τῶν τέκνων ἐπευφραινώμεθα: τοῦτο γὰρ ὁ τῆς φύσεως ὑποτίθεται νόμος: ἐπεὶ δὲ ἀναστρέψας τὴν τάξιν ἐφ' ἡμᾶς τρέπεις τὰς προσβολὰς τῶν ἀκίδων, αἷς οἱ ἀντικείμενοι τῇ ἀληθείᾳ βάλλουσι, καὶ κελεύεις τῷ θυρεῷ τῆς πίστεως παρ' ἡμῶν τῶν γερόντων κατασβέννυσθαι τοὺς ἐρημικοὺς ἄνθρακας καὶ ἀποπέμπεσθαι τὰ ἠκονημένα τῆς ψευδωνύμου γνώσεως βέλη, δεχόμεθα τὸ ἐπίταγμα, σοὶ τύπος τῆς εὐπειθείας γινόμενοι, ὡς ἂν καὶ αὐτὸς ἡμῖν ἀντιπαρέχοις τὴν ἴσην ἐπὶ τῶν ὁμοίων ἐπιταγμάτων ἀντίδοσιν, εἴ ποτέ σε πρὸς τοὺς τοιούτους ἄθλους διαναστήσαιμεν, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα Ἀβλάβιε.