I. Again My Jesus, and again a mystery; not deceitful nor disorderly, nor belonging to Greek error or drunkenness (for so I call their solemnities, and so I think will every man of sound sense); but a mystery lofty and divine, and allied to the Glory above. For the Holy Day of the Lights, to which we have come, and which we are celebrating to-day, has for its origin the Baptism of my Christ, the True Light That lighteneth every man that cometh into the world,1 John i. 9. and effecteth my purification, and assists that light which we received from the beginning from Him from above, but which we darkened and confused by sin.
Αʹ. Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν, οὐδ' ἄκοσμον, οὐδὲ τῆς Ἑλληνικῆς πλάνης, καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων σεμνὰ, οἶμαι δὲ, καὶ τῶν εὐφρονούντων ἕκαστος), ἀλλὰ μυστήριον ὑψηλόν τε καὶ θεῖον, καὶ τῆς ἄνω λαμπρότητος πρόξενον. Ἡ γὰρ ἁγία τῶν Φώτων ἡμέρα, εἰς ἣν ἀφίγμεθα, καὶ ἣν ἑορτάζειν ἠξιώμεθα σήμερον, ἀρχὴν μὲν τὸ τοῦ ἐμοῦ Χριστοῦ βάπτισμα λαμβάνει, τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον: ἐνεργεῖ δὲ τὴν ἐμὴν κάθαρσιν, καὶ βοηθεῖ τῷ φωτὶ, ὃ παρ' αὐτοῦ λαβόντες ἄνωθεν ἀπ' ἀρχῆς, ἐκ τῆς ἁμαρτίας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν.