ΚΛΗΜΕΝΤΟΣ ΛΟΓΟΣ ΤΙΣ Ο ΣΩΙΖΟΜΕΝΟΣ ΠΛΟΥΣΙΟΣ

 1.1 Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφο ροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ

 2.1 Κινδυνεύει δὲ οὐχ ἁπλοῦν τι εἶναι τὸ αἴτιον τοῦ τὴν σωτηρίαν χαλεπωτέραν τοῖς πλουτοῦσι δοκεῖν ἢ τοῖς ἀχρημάτοις τῶν ἀνθρώ 2.2 πων, ἀλλὰ ποικίλον.

 3.1 Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως ··············· καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς

 4.1 ∆οίη τοίνυν ἡμῖν ὁ σωτὴρ ἐντεῦθεν ἀρξαμένοις τοῦ λόγου τἀληθῆ καὶ τὰ πρέποντα καὶ τὰ σωτήρια συμβαλέσθαι τοῖς ἀδελφοῖς πρός τε τὴν ἐλπίδα πρῶτον α

 5.1 Ταῦτα μὲν ἐν τῷ κατὰ Μᾶρκον εὐαγγελίῳ γέγραπται· καὶ ἐν τοῖς ἄλλοις δὲ πᾶσιν τοῖς ἀνωμολογημένοις ὀλίγον μὲν ἴσως ἑκασταχοῦ τῶν ῥημάτων ἐναλλάσσει

 6.1 Ἠρώτηται μὲν γὰρ ἡδέως ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐρώτημα καταλληλότατον αὐτῷ, ἡ ζωὴ περὶ ζωῆς, ὁ σωτὴρ περὶ σωτηρίας, ὁ διδάσκαλος περὶ κεφαλαίου οὐ

 7.1 Οὐκοῦν τὸ μέγιστον καὶ κορυφαιότατον τῶν πρὸς τὴν ζωὴν μαθημάτων ἀπὸ τῆς ἀρχῆς εὐθὺς ἐγκαταθέσθαι τῇ ψυχῇ δεῖ, γνῶναι τὸν θεὸν τὸν αἰώνιον καὶ δοτ

 8.1 Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέ

 9.1 Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ ε

 10.1 Εἰ θέλεις τέλειος γενέσθαι. οὐκ ἄρα πω τέλειος ἦν· οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸ εἰ θέλεις τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης

 11.1 Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας, τῆς ἐλπίδος, τῆς ζωῆς, 11.2 τῶν προπεπονημέ

 12.1 Τί οὖν ὡς καινὸν καὶ ἴδιον θεοῦ παραγγέλλει καὶ μόνον ζωο ποιοῦν, ὃ τοὺς προτέρους οὐκ ἔσωσεν; εἰ δὲ ἐξαίρετόν τι ἡ καινὴ κτίσις, ὁ υἱὸς τοῦ θε

 13.1 Καὶ πόσῳ χρησιμώτερον τὸ ἐναντίον, ἱκανὰ κεκτημένον αὐτόν τε περὶ τὴν κτῆσιν μὴ κακοπαθεῖν καὶ οἷς καθῆκεν ἐπικουρεῖν; τίς γὰρ ἂν κοινωνία καταλε

 14.1 Οὐκ ἄρα ἀπορριπτέον τὰ καὶ τοὺς πέλας ὠφελοῦντα χρήματα· κτήματα γάρ ἐστι κτητὰ ὄντα καὶ χρήματα χρήσιμα ὄντα καὶ εἰς χρῆ σιν ἀνθρώπων ὑπὸ τοῦ θε

 15.1 Ἐγὼ γοῦν κἀκεῖνο φήσαιμ' ἄν· ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς,

 16.1 δὲ ἦν τὰ τῆς ψυχῆς ἀρρωστήματα καὶ πάθη. ὁ τούτων πλοῦτος παρὼν μὲν ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ σωτήριος· οὗ δεῖ καθαρεύουσαν, τουτέστι πτωχ

 17.1 ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖ

 18.1 Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως· οὐ γὰρ οὕτως λ

 19.1 Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος· ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκ

 20.1 Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄν θρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα κα

 21.1 Ὁ δὲ κύριος ἀποκρίνεται διότι τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ. πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν. ὅτι καθ' αὑτὸν μὲν ἀσκῶν καὶ δ

 22.1 Ἀποκριθεὶς δὲ Ἰησοῦς· ἀμὴν ὑμῖν λέγω, ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγ 22.2 γελίου, ἀπολήψε

 23.1 Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν. ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συνα δίκει καὶ μὴ πείθ

 24.1 ∆ύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλ' ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ' αὐτῶ

 25.1 Ταύτης δὲ ὁμοίως ἔχεται τῆς γνώμης καὶ τὸ ἑπόμενον. νῦν δὲ ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς 25.2 ἔχειν μετὰ διωγμῶν

 26.1 Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι. τοῦτο πολύχουν μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτη

 27.1 οὐ μὴν ἀλλὰ τό γε φαινόμενον πρῶτον καὶ δι' ὃ λέλεκται τῆς παρα βολῆς παρεχέσθω. διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας

 28.1 ∆ευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι λέγει τό· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· οὐκοῦν τὸν θεὸν ὑπὲρ 28.2 σεαυτόν. πυνθα

 29.1 Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δ' αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ 29.2 θεῷ, ὅπου δὲ τὰ

 30.1 Πρῶτος μὲν οὖν οὗτός ἐστιν ὁ Χριστὸν ἀγαπῶν, δεύτερος δὲ ὁ τοὺς ἐκείνῳ πεπιστευκότας τιμῶν καὶ περιέπων. ὃ γὰρ ἄν τις εἰς μαθητὴν ἐργάσηται, τοῦτ

 31.1 Τούτους καὶ τέκνα καὶ παιδία καὶ νήπια καὶ φίλους ὀνομάζει καὶ μικροὺς ἐνθάδε ὡς πρὸς τὸ μέλλον ἄνω μέγεθος αὐτῶν. μὴ καταφρονήσητε λέγων ἑνὸς

 32.1 ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν. ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν, καὶ δοὺς τὰ διο

 33.1 Πῶς οὖν ὁ ἄνθρωπος ταῦτα δίδωσιν; ὅτι διὰ τὴν ἐκείνου τιμὴν καὶ εὔνοιαν καὶ οἰκείωσιν ὁ κύριος δίδωσι· δώσω γὰρ οὐ μόνον τοῖς 33.2 φίλοις, ἀλλὰ

 34.1 Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον· ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σ

 35.1 Ἐνεργοὶ οὗτοι πάντες οἱ στρατιῶται καὶ φύλακες βέβαιοι, οὐδεὶς ἀργός, οὐδεὶς ἀχρεῖος. ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ, ὃ δὲ παραμυθήσασθα

 36.1 Πάντες οὖν οἱ πιστοὶ καλοὶ καὶ θεοπρεπεῖς καὶ τῆς προσηγορίας ἄξιοι, ἣν ὥσπερ διάδημα περίκεινται. οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐ

 37.1 Τί γὰρ ἔτι δεῖ; θεῶ τὰ τῆς ἀγάπης μυστήρια, καὶ τότε ἐποπτεύ σεις τὸν κόλπον τοῦ πατρός, ὃν ὁ μονογενὴς θεὸς μόνος ἐξηγήσατο. 37.2 ἔστι δὲ καὶ αὐ

 38.1 Σὺ δὲ μάθε τὴν καθ' ὑπερβολὴν ὁδόν, ἣν δείκνυσι Παῦλος ἐπὶ σωτηρίαν· ἡ ἀγάπη τὰ ἑαυτῆς οὐ ζητεῖ, ἀλλ' ἐπὶ τὸν ἀδελφὸν ἐκκέχυται· περὶ τοῦτον

 39.1 ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν δια φύγοι καὶ δύναιτο τῶν

 40.1 Τῶν μὲν οὖν προγεγενημένων θεὸς δίδωσιν ἄφεσιν, τῶν δὲ ἐπιόν των αὐτὸς ἕκαστος ἑαυτῷ. καὶ τοῦτ' ἔστι μεταγνῶναι τὸ καταγνῶ ναι τῶν παρῳχημένων κα

 41.1 ∆ιὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην. αἰδοῦ κἂν ἕνα, φοβο

 42.1 Ἵνα δὲ ἐπιθαρρήσῃς, οὕτω μετανοήσας ἀληθῶς, ὅτι σοὶ μένει σωτηρίας ἐλπὶς ἀξιόχρεως, ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον περὶ Ἰωάννου τοῦ ἀποσ

I. Those who bestow laudatory addresses on the rich1   [The solemn words of our Lord about the perils of wealth and “the deceitfulness of riches” are much insisted on by Hermas, especially in the beautiful opening of the Similitudes (book iii.); and it seems remarkable, that, even in the age of martyrs and confessors, such warnings should have seemed needful. Clement is deeply impressed with the duty of enforcing such doctrine; and perhaps the germ of this very interesting essay is to be found in that eloquent passage in his Stromata (book ii. cap. 5, pp. 351, 352), to which the reader may do well to recur, using it as a preface to the following pages. Elucidation I.] appear to me to be rightly judged not only flatterers and base, in vehemently pretending that things which are disagreeable give them pleasure, but also godless and treacherous; godless, because neglecting to praise and glorify God, who is alone perfect and good, “of whom are all things, and by whom are all things, and for whom are all things,”2    Rom. xi. 36. they invest3    This clause is defective in the ms. and is translated as supplemented by Fell from conjecture. with divine honours men wallowing in an execrable and abominable life, and, what is the principal thing, liable on this account to the judgment of God; and treacherous, because, although wealth is of itself sufficient to puff up and corrupt the souls of its possessors, and to turn them from the path by which salvation is to be attained, they stupefy them still more, by inflating the minds of the rich with the pleasures of extravagant praises, and by making them utterly despise all things except wealth, on account of which they are admired; bringing, as the saying is, fire to fire, pouring pride on pride, and adding conceit to wealth, a heavier burden to that which by nature is a weight, from which somewhat ought rather to be removed and taken away as being a dangerous and deadly disease. For to him who exalts and magnifies himself, the change and downfall to a low condition succeeds in turn, as the divine word teaches. For it appears to me to be far kinder, than basely to flatter the rich and praise them for what is bad, to aid them in working out their salvation in every possible way; asking this of God, who surely and sweetly bestows such things on His own children; and thus by the grace of the Saviour healing their souls, enlightening them and leading them to the attainment of the truth; and whosoever obtains this and distinguishes himself in good works shall gain the prize of everlasting life. Now prayer that runs its course till the last day of life needs a strong and tranquil soul; and the conduct of life needs a good and righteous disposition, reaching out towards all the commandments of the Saviour.

1.1 Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφο ροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ προσποιούμενοι χαρίσασθαι τὰ ἀχάριστα, 1.2 ἀλλὰ καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι· ἀσεβεῖς μὲν, ὅτι παρέντες αἰνεῖν καὶ δοξάζειν τὸν μόνον τέλειον καὶ ἀγαθὸν θεόν, ἐξ οὗ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα καὶ εἰς ὃν τὰ πάντα, περιάπτουσι το··········· τὸ γέρας ἀνθρώποις ἐνασ···········βίῳ κυλινδουμένοις ······· 1.3 τὸ κεφάλαιον ὑποκείμενον τῇ κρίσει τοῦ θεοῦ· ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ' αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δι' ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἳ δὲ προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δι' ὃν θαυμάζονται, παρα σκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου· τῷ γὰρ ὑψουμένῳ καὶ μεγαλυνομένῳ παραπέπηγεν ἀντίστροφος ἡ πρὸς τὸ ταπεινὸν μετα 1.4 βολὴ καὶ πτῶσις, ὡς ὁ θεῖος διδάσκει λόγος. ἐμοὶ δὲ φαίνεται μακρῷ φιλανθρωπότερον εἶναι τοῦ θεραπεύειν ············ τοὺς πλου τοῦντας ·········· ἐπὶ κακῷ τὸ συναίρεσθαι ·········· τὴν σωτηρίαν αὐτοῖς ·············· ἅπαντα τὸν δυνατὸν τρό πον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς 1.5 ἀναιρήσεται. δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ πολιτεία δια θέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.