ὕλης κατὰ τοῦ θεοῦ ἄνταρσιν. ἐγὼ δὲ ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους οὐκ ἂν εἴποιμι, ὅπου γε καί τινας τῶν συνεσχολακότων ἡμῖν ἐν τῷ φιλοσοφεῖν μετέστησεν ἡ τοιαύτη ἀπάτη τῶν λόγων πρὸς ἑαυτήν· εἰς ἐξέτασιν δὲ ὅπως ἔχει νῦν ἐμαυτὸν καθεὶς ἀπορῶ τί χρήσωμαι. οὔτε γὰρ διά τινων λόγων νενομισμένων εἰσὶν αὐτῶν αἱ ὑποθέσεις, ἵνα κατὰ ταύ τας τὴν ζήτησιν ποιησώμεθα, οὔτε τινὲς ἀρχαὶ ἀπο δείξεων, [καὶ] ἵνα τὸ ταύταις ἑπόμενον θεασώμεθα. ἕρμαιόν τε ἀληθῶς ἐστιν τὸ τῶν ἁπλῶς λεγομένων φιλοσοφεῖν, οἳ τὰς παρ' αὐτοῖς γραφὰς παλαιάς τε καὶ νέας ὑποστησάμενοι-θεοπνεύστους εἶναι ὑπο τιθέμενοι τὰς σφῶν αὐτῶν δόξας ἐντεῦθεν περαί νουσιν καὶ ἐλέγχεσθαι μόνον τηνικαῦτα δοκοῦσιν, ἐάν τι μὴ ταύταις ἀκόλουθον ἢ λέγεσθαι ἢ πράττεσθαι ὑπ' αὐτῶν συμβαίνῃ· καὶ ὅπερ αἱ παρὰ τοῖς φιλοσοφοῦσιν καθ' Ἕλληνας τῶν ἀποδείξεων ἀρχαί, αἱ προτάσεις αἱ ἄμεσοι, τοῦτο παρ' αὐτοῖς ἐστιν ἡ τῶν προφητῶν φωνή. ἐνταῦθα δὲ τούτων μὲν ἁπάντων ἐκβαλλομένων, λεγο μένων δὲ ὧν πρότερον ἐπεμνήσθην ἄνευ τινὸς ἀπο δείξεως, ἀναγκαίου δὲ ὄντος μετὰ λόγου ποιήσασθαι τὴν ἀπόκρισιν, ἀλλὰ μὴ πιθανώτερα ἕτερα παραθεῖναι καὶ μᾶλλον ψυχαγωγεῖν δυνάμενα, χαλεπωτέρα ἡ ἔφο δος καὶ ἔτι μᾶλλον δυσκολωτέρα, ὅτι καὶ ποικίλους τοὺς λόγους ποιεῖσθαι δεῖ. εἴτε γὰρ ἀκριβέστεροι, τοὺς ὑπὸ τούτων ἄνευ τινὸς πίστεως προκατειλημμένους λάθοιεν ἄν· εἴτε εἰς ψυχαγωγίαν γένοιντο, εἰς τὰς αὐ τὰς λαβὰς ἐμπεσοῦνται, ἐξ ὁμοίων γὰρ γεγονέναι δόξου σιν. διὸ πολλῆς καὶ μεγάλης φροντίδος δεῖ καὶ θεοῦ ὡς ἀληθῶς, ὃς τοῦ λόγου ἡγήσεται.
6 ∆ύο ἀρχὰς ὑποτίθεται, θεὸν καὶ ὕλην. εἰ μὲν τὸ γιγνόμενον τοῦ ὄντος ἀποχωρίζων, οὐχ ὁμοίως φαύλη ἡ ὑπόθεσις, ἵνα μήτε ἡ ὕλη ἑαυτὴν ποιῇ καὶ τὸν τῶν ἐναντίων ἀποδέχηται λόγον, ποιοῦσά τε καὶ πάσχουσα, μήτ' αὖ τοιαῦτα πάλιν ἕτερα περὶ τὸ ποι ητικὸν αἴτιον θεωρῆται, ἃ οὐδὲ λέγειν ἴσως θέμις- καίτοι οὐ δεομένου τοῦ θεοῦ πρὸς τὰ ἀποτελέσματα ὕλης, ἐν ὑποστάσει δυναμένων γίγνεσθαι πάντων πρὸς ἐκεῖνον τὸν νοῦν. εἰ δέ, ὅπερ μᾶλλον λέγεσθαι δοκεῖ ὑπ' αὐ τοῦ, ἡ ἄτακτος κίνησις τῶν ὄντων ἐστὶν <ἡ> ὕλη, πρῶτον μὲν λανθάνει ἑαυτὸν ἕτερον ποιητικὸν αἴτιον ὑφιστάμενος, κακοποιὸν μέντοι, οὐχ ὁρᾷ δὲ καὶ τὸ ἑπόμενον, ὅτι εἰ θεὸν πάντως ὑποστατέον καὶ ὕλην, ἑτέρα τις ὕλη τῷ θεῷ ὑποστήσεται, ἵνα ἑκατέρῳ τῶν ποιητικῶν αἰτίων ἡ ὑποκειμένη ὑπάρχῃ ὕλη. ἀντὶ τοίνυν δύο τέτταρας ἡμῖν ποιῶν ἀρχὰς ἐπιδειχθήσεται. θαυμαστὴ δὲ καὶ ἡ ἀντιδιαίρεσις. εἰ γὰρ θεός ἐστιν παρ' αὐτῷ ὅπερ τὸ ἀγαθόν, καὶ βούλεται ὑφίστασθαι αὐτῷ ἐναντίον, διὰ τί οὐ καθάπερ τινὲς τῶν Πυθα γορείων τὸ κακὸν αὐτῷ ἀντιτίθησιν; ἀνεκτότερον γοῦν ὑπ' ἐκείνων λέγεται δύο εἶναι ἀρχάς, τὸ ἀγαθὸν καὶ τὸ κακόν, στασιάζειν δὲ ταύτας συνεχῶς, ἐπικρατεῖν δὲ τὸ ἀγαθόν· εἰ γὰρ τὸ κακὸν ὑπερέχοι, φθαρήσεσθαι πάντα. ὅλως γὰρ καθ' αὑτὴν μὲν ἡ ὕλη οὔτε σῶμά ἐστιν οὔτε ἀκριβῶς ἀσώματόν τι οὔτε ἁπλῶς τόδε τι, ἀλλ' ἀόριστός τις προσλαβοῦσα τὸ εἶδος γίνεται ὡρι σμένη, οἷον τὴν πυραμίδα μὲν πῦρ, τὸ ὀκτάεδρον δὲ ἀήρ, τὸ εἰκοσάεδρον δὲ ὕδωρ, κύβον δὲ γῆ. πῶς οὖν ἐστι τῶν στοιχείων ἡ ἄτακτος κίνησις ἡ ὕλη; καθ' ἑαυτὴν μὲν οὖν οὐκ ἔστιν ὑποστατή, ἡ γὰρ κίνησις ἐν τῷ κινουμένῳ· οὐ δοκεῖ δὲ τοιοῦτον εἶναι ἡ ὕλη, ἀλλὰ μᾶλλον τὸ πρῶτον ὑποκείμενον καὶ ἀρρύθμιστον καὶ ἀφ' οὗ τὰ ἄλλα. ἐπεὶ τοίνυν ἡ ἄτακτος κίνησίς ἐστιν ἡ ὕλη, πότερον ἦν ἀεὶ σὺν τῷ κινουμένῳ ἤ ποτε κεχώρισται τούτου; εἰ μὲν γάρ ποτε ἦν καθ' αὑτήν, οὕτω γε οὐκ ἂν ἦν, οὐδεμία γὰρ κίνησις ἄνευ τοῦ κινουμένου· εἰ δὲ ἀεὶ ἐν τῷ κινουμένῳ ἦν, πάλιν αὖ δύο ἀρχαὶ οὕτω γε
3