Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰκόνα ἐποίησεν, οὐδ' ἀπώσατο τὸν τυραννηθέντα ὑπὸ τῆς τοῦ διαβόλου κακοτεχνίας, ἀλλὰ καθ' ἑκάστην γενεὰν ἐπισκεπτόμενος οὐ διέλιπε, καὶ ἀνακαλούμενος συμβολικῶς, ὡς ἐν αἰνίγματι, διὰ τοῦ ζωοποιοῦ σταυροῦ τὸν πλανηθέντα ἄνθρωπον. Οὐ γὰρ ἐβούλετο ὡς ἀγαθὸς, τὸν ἐπὶ ἀφθαρσίας κτισθέντα καὶ εἰκόνα ὄντα τῆς ἰδίας ἰδιότητος, διὰ τὴν τοῦ διαβόλου κακουργίαν εἰς παντελῆ ἀπώλειαν χωρῆσαι. Ὅτε δὲ ἐφθάρη πᾶσα ἡ γῆ ταῖς ἀτόποις ἐπιμιξίαις καὶ κατ εδικάσθη εἰς ἐξάλειψιν, τότε τὸν δίκαιον Νῶε πανοικεῖ εἰς παλιγγενεσίαν τοῦ κόσμου ἐκ τοῦ οἰκουμενικοῦ ναυαγίου δι' ἐλαχίστου ξύλου ἔσωσεν. Ἀβραὰμ δὲ ὁμοίως ὁ μέγας πατριάρχης διὰ ξύλου τὰς ἐπαγγελίας τοῦ Θεοῦ μεθ' ὁρκωμοσίας ἐδέξατο, ὁπηνίκα εἰς τὴν γῆν τὴν ὑψηλὴν ἀπεστάλη ἱερουργῆσαι τὸν ἀγαπητὸν υἱὸν, οὗ ὁ Θεὸς τὸν τρόπον τῆς ὑπακοῆς δεξάμενος, ἐνέδειξεν αὐτῷ κριὸν τοῖς κέρασι κατεχόμενον ἐν φυτῷ Σαβὲκ, ὃ ἑρμηνεύεται ἄφεσις, διὰ τοῦ τύπου τὴν μέλλουσαν ἔσεσθαι τῶν τοῦ παντὸς κόσμου ἁμαρτιῶν ἄφεσιν, διὰ τῆς τοῦ νοητοῦ Ἀμνοῦ ἐπὶ ξύλου προσηλώσεως, σαφῶς προμηνύων. Καθὼς δὲ ἔχει ἡ παράδοσις, ἡ ὑψηλὴ γῆ ὁ ἅγιός ἐστι Γολγοθᾶς. Τί δὲ βούλεται τοῦ Ἰακὼβ ἡ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου προσκύνησις, ἢ ὅτι προφητικῶς ἐμήνυσεν ὁ πατριάρχης, ὅτι δεῖ προσκυνηθῆναι τὸν ζωοποιὸν σταυρὸν ὑπὸ πάντων τῶν εἰς Χριστὸν πιστευόντων; Ὅσα δὲ τέρατα καὶ σημεῖα ἐποίει Μωϋσῆς ἐν γῇ Αἰγύπτου, καὶ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη 4025 διὰ προστάγματος Θεοῦ, διὰ τῆς ῥάβδου ἐποίησε, σημαίνοντος κἀνταῦθα τοῦ νομοθέτου διὰ συμβόλου, ὅτι πάντα δυνατὰ τῷ πιστεύοντι εἰς τὸν σταυρωθέντα Χριστόν. Καὶ τί δεῖ λέγειν περὶ πάντων προφητῶν, οἴτινες ἀναφανδὸν τὸ ἔνδοξον σταυρὸν καὶ τὴν δι' αὐτοῦ ἔσεσθαι μέλλουσαν σωτηρίαν τῷ κόσμῳ ἐκήρυξαν; Τί γὰρ ἀναφανδότερον τοῦ εἰπεῖν· «Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου;» Ἐπειδὴ γὰρ ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς ἐν μιᾷ τῶν ἑαυτῆς ὑποστάσεων τὴν τῶν ἀνθρώπων διὰ σταυροῦ ᾠκονόμησε σωτη ρίαν, εἰκότως καὶ τὸ τῆς σωτηρίας ὅπλον ἐκ τριῶν συνήρμοστο ξύλων. Τόπος γὰρ ὁ ἅγιός ἐστιν ἡ ἁγία καθολικὴ Ἐκκλησία, ἐν ᾗ πάντες οἱ πιστοὶ τὸν ζωοποιὸν σταυρὸν περιφέροντες, τὴν ἄχραντον καὶ πανύμνητον ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει δοξολογοῦσι Τριάδα. Οὕτως πάντοτε ἀπὸ Ἀδὰμ τοῖς σωζομένοις πᾶσιν, ἕως τοῦ Χριστοῦ, συμβολικῶς διὰ τοῦ τιμίου σταυροῦ ἡ δικαιοσύνη ἐβραβεύετο. Ὅτε δὲ ἦλθε τὸ πλή ρωμα τοῦ χρόνου τῆς ἐνδόξου διὰ σαρκὸς παρουσίας τοῦ θείου Λόγου, τότε δὴ τότε πάντα τὸν πλοῦτον τῆς ἐμφύτου αὐτοῦ περὶ ἡμᾶς ἐξεκάλυψε φιλανθρωπίας, οὐ διὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ διὰ τὴν αὐτῷ τῷ εὐεργέτῃ πρέπουσαν ἀγαθότητα. Οὐ γὰρ ἐβούλετο διὰ σπλάγ χνα ἐλέους τῆς αὐτῆς φιλανθρωπίας, ἕως τέλους τυραννίζεσθαι τὸν ἄνθρωπον ὑπὸ τῆς διαβόλου κακίας, ἀλλὰ βουλήσει τοῦ Πατρὸς καὶ εὐδοκίᾳ τοῦ ἁγίου Πνεύματος, ὁ ἀεὶ παρὼν καὶ μηδαμοῦ περιγρα φόμενος, δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἔκλινε τοὺς οὐρανοὺς, καὶ κατέβη, μὴ χωρισθεὶς τῶν οὐρανῶν, καὶ ἐνοικήσας ἐν τῇ νηδύϊ τῆς ἁγίας ἐνδόξου καὶ ἀειπαρθένου Μαρίας, προκαθαρθείσης αὐτῆς τῷ ἁγίῳ Πνεύματι τὴν ψυχὴν σὺν τοῖς μέλεσιν, «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,» οὐ μεταβαλὼν τὴν ἑαυτοῦ θεότητα εἰς ἀνθρωπότητα, ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἑνώσας ἑαυτῷ καθ' ὑπόστασιν ἐκ τῶν σπλάγχνων τῆς Θεοτόκου σάρκα, ψυχὴν ἔχουσαν λογικὴν καὶ νοερὰν, ἀσυγχύτως, ἀτρέπτως, ἀχωρίστως, ἀδιασπάστως. Καθ' ὑπόστασιν δὲ εἴρηται, ὅτι οὐ διαπλασθέντι ἀνθρώπῳ ἡνώθη ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' αὐτὸς ὁ Λόγος τέλειος ὢν ἐν τῇ ἰδίᾳ ὑποστάσει προσελάβετο τελείαν τὴν ἑαυτοῦ ἐν ἀνθρώπησιν, εἷς ὢν ἀεὶ Χριστὸς καὶ Υἱὸς καὶ Κύριος καὶ βασιλεὺς τῶν ἁπάντων. Τίκτεται τοιγαροῦν ἐκ τῆς ἀπειρογάμου νύμφης,

3