εὐσεβείας.Ἕως ὧδε περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω. Καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι' ὀνομάτων παραξένων παρεισάγων τῇ ὑποθέσει. Οὐδὲ γὰρ ἐπί σκοπος ἕτερος Ἱεροσολύμων γέγονε πώποτε παρὰ τοὺς προγεγραμμένους, οὐδὲ βασιλεὺς ἕτερος Ῥω μαίων, οὐδὲ μὴν ἑτέρῳ τρόπῳ ὁ τίμιος σταυρὸς εὑρέθη. Ἀπὸ γὰρ Αὐγούστου τοῦ βασιλέως, ἐφ' οὗ ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ κατὰ σάρκα, ἔως τοῦ εὐσεβοῦς βασιλέως Κωνστατίνου, τριάκοντα καὶ πέντε γεγόνασι βασιλεῖς. Ὁμοίως δὲ καὶ ἀπὸ Ἰακώβου τοῦ ἀποστόλου καὶ πρώτου τῶν ἐπισκόπων ἕως τῆς αὐτῆς βασιλείας, τριάκοντα καὶ πέντε Ἱεροσολύμων ἐπίσκοποι γεγόνασι.
Τὴν δὲ σεβάσμιον ἡμέραν τῶν ἐγκαινίων τῶν ἁγίων τόπων, καὶ τῆς ὑψώσεως τοῦ προσκυνητοῦ σταυροῦ, ὡρίσαντο οἱ Πατέρες μετὰ βασιλικοῦ προστάγματος γίνεσθαι ἀνὰ ἔτος ἕκαστον τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς, ἤτις ἐστὶν ἡ πρὸ δεκαοκτὼ Καλανδῶν. Ὀκτωβρίων, εἰς δόξαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.Ἐπειδὴ δὲ χάριτι τοῦ Θεοῦ κατηντήσαμεν τῷ λόγῳ εἰς τὴν εὔσημον ἡμέραν τῆς ἑορτῆς ἡμῶν, ἥτις ἐστὶν ἡ ἀνάδειξις τοῦ ζωοποιοῦ σταυροῦ, φέρε καθὼς οἷόν 4084 τέ ἐστι μικρὰ χαιρετήσαντες τοῦτον καταπαύσωμεν τὸν λόγον.Χαίροις τοίνυν, σταυρὲ τίμιε, χαίροις, ὅτι ἐν σοὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑψώθη οἰκονομικῶς, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς χαρᾶς καὶ τῆς χάριτος.Χαῖρε, σταυρὲ τίμιε· διὰ σοῦ γὰρ ἀένναος χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βραβεύεται. Χαῖρε, σταυρὲ τίμιε, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ ∆ημιουργὸς ἐν πάσῃ κτίσει τὴν εἰκόνα σου ἐζωγράφησεν. Χαῖρε, σταυρὲ ἔνδοξε, ὅτι πᾶσαι αἱ κατ' οὐρανὸν δυνάμεις ἴσως τῇ διὰ σοῦ σωτηρίᾳ φρικωδεστάτους ὕμνους ἀναπέμ πουσι τῷ ∆εσπότῃ. Χαῖρε, σταυρὲ ἔνδοξε· διὰ σοῦ γὰρ καὶ ἐν πόλεσι, καὶ ἐν νήσοις, καὶ ἐν παντὶ ἔθνει Ἐκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαῖρε, σταυρὲ ἔνδοξε· διὰ σοῦ γὰρ πᾶν στόμα πιστῶν εἰς θεολογίαν ἠνέῳκται. Χαῖρε, σταυρὲ μακάριε· διὰ σοῦ γὰρ ἄγγελοι οὐράνιοι σὺν ἀνθρώποις ἐπὶ γῆς Χριστὸν ὑμνοῦσι. Χαῖρε, σταυρὲ μακάριε· διὰ σοῦ γὰρ ἐν οὐρανοῖς ἐπίγειοι ἄνθρωποι ὁμοίως παρίστανται τῷΘεῷ, μετὰ ἀνεκλαλήτου χαρᾶς τὸν Ποιητὴν δοξάζον τες. Χαῖρε, σταυρὲ μακάριε· διὰ τοῦ γὰρ ὁ Ἀδὰμ τῆς κατάρας ἐλευθερωθεὶς, σκιρτῶν καὶ ἀγαλλιώμε νος εἰς τὸν παράδεισον εἰσελήλυθεν ἀπολαβὼν τὸ ἀρχαῖον ἀξίωμα. Χαῖρε, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ πᾶσα διαβολικὴ δύναμις καταβέβληται, καὶ πᾶσα δαιμονικὴ ἐνέργεια κατελύθη. Χαῖρε, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ ἡ τρισαγία καὶ ὁμοούσιος Τριὰς παντὶ τόπῳ γνωρίζεται καὶ πιστεύεται καὶ δοξολογεῖται.Χαῖρε, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ τὰ ἀναφαίρετα ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται.Καὶ τί εἴπωμεν καὶ τί παραλείψωμεν; πῶς ἀν υμνήσωμεν τὴν δύναμιν τοῦ ∆εσποτικοῦ σταυροῦ; Ὦ ὄνομα σταυροῦ, ἐν ᾧ τὰ μεγαλεῖα τῶν μυστηρίων τοῦ Θεοῦ ἐγκέκρυπται, ἀγγέλοις αἰδέσιμον, καὶ ἀν θρώποις σεβάσμιον! Τί γὰρ ἐρασμιώτερον ὀνόμα τος σταυροῦ, ἢ ἡδύτερον Χριστιανοῖς; Τί δὲ τούτου ἐνεργέστερον εἰς θαυματουργίαν; Σταυρὸς, θείας δυναστείας ἐνεργέστατον σημεῖον.Σταυρὸς, ἀγγέλων χαρὰ καὶ δαιμόνων πένθος. Σταυρὸς, Ἐκκλησίας θεμέλιος. Σταυρὸς, τοῦ παντὸς κόσμου φωστὴρ ἀειφανὴς καὶ παντοφανής. Σταυρὸς, τεῖχος ἀκράδαντον καὶ ἀῤῥαγὲς καὶ ἀκαταπολέμητον πάσης τῆς οἰκουμένης. Σταυρὸς, ἱερέων δόξα ἱερο πρεπὴς καὶ ἀνεπηρέαστος. Σταυρὸς, βασιλέων κράτος καὶ δυναστεία, καὶ νικητικὸν ὅπλον κατὰ τῶν πολε μίων. Σταυρὸς, στρατοπέδων παντευχία παναλκε στάτη, καὶ ἀκατάπληκτος τοῖς ἐναντίοις. Σταυρὸς, πόλεων φυλακτήριον ἀνεπιβούλευτον καὶ ἀσκύλευτον.Σταυρὸς, λαῶν εὐφροσύνη διηνεκὴς καὶ ἀκατά ληκτος. Σταυρὸς, διαβόλων πανολεθρία διηνεκὴς καὶ ἀκατάπαυστος. Σταυρὸς, δαιμόνων κατάπτωμα αἰώνιόν τε καὶ ἐξαίσιον. Σταυρὸς, Χριστιανῶν ἐλπὶς βεβαία τε καὶ ἀνεπαίσχυντος καὶ ἀμείωτος. Σταυρὸς, ἀσθενούντων ἴασις
3