In illud: Non potest filius a se facere

 ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει,

 ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ π

ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ τοιαῦτα, οὐ γὰρ κατὰ μίμησιν ἕτερα ποιῶ, ἀλλὰ τὰ αὐτὰ ἐργάζομαι ἃ καὶ ὁ πατὴρ ἐργάζεται. Ὅθεν καὶ τὰ ῥήματά μου ἀνατιθεὶς αὐτῷ ἔλεγον· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα. Αὐτῷ δὲ τὰ ἔργα καὶ τὰ ῥήματα ἀνεθέμην, οὐχ ἵνα δείξω ὅτι διακονίαν πληρῶ, ἀλλ' ἵνα δείξω ὅτι οὕτως συνήνωμαι τῷ πατρὶ φύσει, ὡς μήτε λόγον μήτε ἔργον ἄνευ αὐτοῦ ἔχειν. Ὅθεν ἐπήγαγεν λέγων· Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, κἂν διὰ τὰ ἔργα πιστεύετε. Ὥσπερ οὖν ἐκεῖ ἐργαζόμενος ἔλεγον ὅτι Ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα, οὕτως καὶ ὧδε λέγω ὅτι Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ τοιαῦτα. Τὸ οὖν Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν <οὐδὲν> μὴ ἐπαναιρέσει μου τῆς ἐλευθερίας; Νόει· ὅσα γὰρ θέλω ποιεῖν καὶ ἀπ' ἐμαυτοῦ δύναμαι, ἀλλ' οὐ θέλω· εἰ γὰρ ὁ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, πῶς ἐγὼ λάθω τὸν πάντα δι' ἐμοῦ ποιοῦντα; Ποιεῖ δὲ δι' ἐμοῦ οὐχ ὡς δι' ὑπουργοῦ· οὐ γὰρ ὑπουργῶ ἀλλὰ συνεργῶ, οὐ διακονίαν πληρῶν ἀλλὰ αὐθεντίαν ἔχων ἐργάζομαι. Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν, οὕτως οὐ διακονίαν πληρῶν νεκροὺς ἐγείρω, ἀλλὰ δυνάμει, αὐθεντίᾳ, ἐξουσίᾳ, θελήσει, ὅτι οὓς ἐγείρω καὶ κρίνω. Ὁ πατὴρ γὰρ οὐ κρίνει οὐδένα· ἀλλ' οὐ διὰ ἀδυναμίαν οὐ κρίνει, ἀλλ' ὅτι τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ· δι' οὗ γὰρ εἰργάσατο, δι' αὐτοῦ καὶ κρίνει. ∆ιὰ τοῦτο δὲ πάντα ποιεῖ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. Τότε γὰρ μάλιστα αἰσθάνεται τίμης, ὅταν ἴδῃ τὸν ἐξ αὐτοῦ θεοπρεπῶς τιμώμενον υἱόν· ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν, οὐ γὰρ δέχεται τιμὴν ἐπ' ἀτιμίᾳ υἱοῦ. Ἔπεμψέ με γὰρ διὰ τὴν σάρκα, οὐχ ἵνα ὑβρισθῶ, ἀλλ' ἵνα δοξασθῶ. Ὅθεν ἐπειδὴ ἀγνωμόνως διετέθητε εἰς ἐμέ, διὰ τοῦτο καὶ δι' αὐτῆς τῆς ἀποσταλείσης σαρκὸς πρὸς αὐτὸν ἔλεγον· Πάτερ, δόξασόν σου τὸν υἱόν. Σὺ δόξασον ὃν οὗτοι ὑβρίζουσι, σὺ καὶ τὴν ὑπ' αὐτῶν ἀθετουμένην δόξασον σάρκα, ἵνα μάθωσιν ὅτι καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον διὰ τὴν πρὸς τὸν μονογενῆ σου υἱὸν κοινωνίαν ἀδιακρίτως ὡς πατὴρ δοξάσεις ἐκείνην διδοὺς τῷ ἀναληφθέντι παρ' ἐμοῦ ναῷ νῦν δόξαν, ἣν ἐγὼ αὐτὸς πρὸ αἰώνων παρά σοι ἐκ φύσεως εἶχον ...

3