In natalitia domini

 Λέγῃς ἂν ἡμῖν, ὦ μακάριε, πῶς ὁ ἀσχημάτιστος σχηματίζεται, ὁ ἀκίνητος ἀπὸ τῶν οὐρανίων θρόνων ἐπὶ τῆς γῆς πάλιν ἀντιμεθίσταται; Εἴπῃ δ' ἂν πρὸς αὐτοὺς

 δημιουργὸν πρωτότοκον κεκτημένη! Ὦ ἀνθρωπότης, ἡ τὸν ἀΐδιον τοῦ θεοῦ λόγον σωματικῶς οὐσιώσασα καὶ τῶν ἐπουρανίων καὶ νοερῶν δυναμέων ἐν τούτῳ τῷ μέρε

δημιουργὸν πρωτότοκον κεκτημένη! Ὦ ἀνθρωπότης, ἡ τὸν ἀΐδιον τοῦ θεοῦ λόγον σωματικῶς οὐσιώσασα καὶ τῶν ἐπουρανίων καὶ νοερῶν δυναμέων ἐν τούτῳ τῷ μέρει προτετιμημένη! Οὐ γὰρ ἠξίωσεν Χριστὸς μορφωθῆναι πρὸς τὰς τῶν ἀρχαγγέλων μορφάς, οὔτε μὴν πρὸς τὰς τῶν ἀρχῶν καὶ δυνάμεων καὶ ἐξουσιῶν ἀτρέπτους εἰκόνας, ἀλλὰ πρὸς σὲ τὴν κατενεχθεῖσαν εἰς τροπὴν καὶ τοῖς ἀλόγοις ζῴοις παρασυμβεβλημένην. Οἱ μὲν γὰρ ὑγιαίνοντες οὐ χρείαν ἔχουσιν ἰατροῦ, ἡ δὲ νόσῳ συχνῇ κατασχεθεῖσα τηλικούτου καὶ τοιούτου τετύχηκεν ἰατροῦ, ὡς μείζονος τῆς ὑγείας εὐτυχής ἐστιν σωτηρίας τοῦ νοσήματος δραπετεύσαντος. Ἀλλὰ ποῦ νῦν ὁ δυσμενὴς καὶ ἀβρόντητος, ὁ ἀλάστωρ καὶ παμμίαρος δράκων, ὁ μετεωρίζειν εἰς ὕψος τὸν ἑαυτοῦ θρόνον ἐπαγγειλάμενος; ∆ιό, ἀδελφοὶ μακαρίας κλήσεως ἐπουρανίου μέτοχοι, πρὸς υἱοθεσίαν θεοῦ καὶ ἀδελφότητα κεκλημένοι, εὐχαριστεῖν ὀφείλομεν τῷ καλέσαντι ἡμᾶς καὶ παρέχειν ἑαυτοὺς ἀξίους εἶναι τοῦ παρέχοντος ἡμῖν τὴν ἀδελφότητα καὶ ὡς υἱοὺς ἀξίους εἶναι τοῦ δωρουμένου ἡμῖν τὴν υἱότητα καὶ δεξαμένου ἡμᾶς εἰς υἱοθεσίαν. Ἑκόντες οὖν καὶ ἐξ ἀγάπης δουλεύσωμεν αὐτῷ ἕτοιμοι ὄντες πρὸς πᾶσαν δικαιοσύνης κατόρθωσιν, ἁγνείᾳ κοσμούμενοι, ἀκτημοσύνην διώκοντες, λόγοις θεοῦ προσκαρτεροῦντες, εὐχαῖς ἁγίαις καὶ ὕμνοις θεοῦ ἱεροῖς ἀνακείμενοι, μετασχηματίζοντες ἑαυτοὺς ἀπὸ τοῦ αἰῶνος τούτου, ἐπιλανθανόμενοι τῶν γηΐνων καὶ θνητῶν ἐπιθυμιῶν, νικῶντες τῷ ἀγαθῷ τὸ κακόν, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, μὴ λογιζόμενοι ἑαυτοῖς διατρίβειν ἐν τῇ γῇ, ἀλλ' ἐν οὐρανῷ πολιτεύεσθαι, μετ' ἀγγέλων ἀναστρέφεσθαι, τῷ θρόνῳ τῆς οὐρανίου βασιλείας παραστῆναι. Ταῦτα τῶν ἱερῶν ἀποστόλων τὰ διδάγματα, ἐν τούτοις Χριστὸς ἡμῖν τὴν μακαρίαν καὶ αἰώνιον διαθήκην διέθετο. Θαυμασάτω τὴν ἀρετὴν ὑμῶν ὁ κόσμος, αἰσχυνθήτωσαν Ἰουδαῖοι τὸν νέον καὶ ἐκλεκτὸν λαὸν θεωροῦντες, ὅσῳ κάλλει κεκόσμηται πνευματικῷ, ὅσῃ λαμπρότητι καταυγάζει τὸν κόσμον. ∆ιὰ τοῦτο γὰρ ἡμᾶς μεμιγμένους ἐν τοῖς ἔθνεσιν ἀφῆκεν, ἵνα φαινώμεθα ὡς φωστῆρες ἐν κόσμῳ, ἵνα σπέρμα σωτηρίας ὦμεν εἰς ἐπιστροφὴν θεωρούμενοι πᾶσιν τοῖς συνοῦσι καὶ συντυγχάνουσιν. Ὁρᾶτε μή τις δι' ὑμᾶς τῶν ἐθνικῶν βλασφημήσει θεόν· εὐφημείσθω δὲ ἐν ἡμῖν ὁ καλέσας καὶ ἁγιάσας καὶ σώσας. Ὁ βίαιος καὶ θρασὺς θαυμασάτω τὴν ἐπιείκειαν ἡμῶν καὶ μετριότητα· ὁ λοιδορῶν ἀντευφημούμενος ἐντρεπέσθω· ὁ περὶ χρημάτων φιλονεικῶν καὶ δικάζεσθαι βουλόμενος ἀταράχους ἡμᾶς εὑρισκέτω περὶ χρήματα μὴ νομίζοντας ἑαυτοὺς ἔχειν κτῆσιν ἐπίγειον, ἀλλὰ κρατοῦντας τὴν ἐπουράνιον· ὁ διὰ παρακλήσεως φιλικῆς προσιέμενος ἡμᾶς εἰς ἡδονὰς κοσμικὰς εὑρισκέτω σεμνούς, ἀμετακινήτους, σωφροσύνην ποθοῦντας, οὐχ ἡδονῇ δελεαζομένους, ἵνα εἴδωσιν πόσον ἰσχύει πνεύματος ἁγίου συνοίκησις φύσιν σαρκὸς ἐκνεκρώσαντος. Ὁ πρόχειρος εἰς ἐπιορκίαν εὑρισκέτω μηδὲ ὀμνύειν ἀνεχομένους ἡμᾶς, ἀλλὰ δεδοικότας τὸ τοῦ θεοῦ προσφέρειν ὄνομα περὶ ταπεινῶν καὶ γηΐνων πραγμάτων. Οὕτω γὰρ ἐσόμεθα πάντες διδάσκαλοι τῶν ἐντυγχανόντων ἡμῖν ἐν οἱῳδήποτε πράγματι. Οὕτω δὲ πολιτευόμενοι ἀληθῶς γενησόμεθα ζύμη ἁγία καὶ δι' ἡμῶν ζυμωθήσεται ὁ κόσμος εἰς σωτηρίαν καὶ πόλυς ἐξ ἡμῶν καρπὸς εὑρεθήσεται τῷ κυρίῳ πεφυλαγμένος καὶ δοξασθήσεται ὁ θεὸς ἐν ἡμῖν κατὰ τὸν λέγοντα κύριον· Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ, ἵνα ὑμεῖς καρπὸν πολὺν φέρητε καὶ γένησθέ μοι μαθηταί. ∆οξασθεὶς δὲ ὑφ' ἡμῶν ὁ κύριος δοξάσει ἡμᾶς τῇ αἰωνίῳ δόξῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

3