1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

τὴν αἰτίαν θαυμάσει τὸ ποικίλον αὐτοῦ τῆς ἐπιστήμης. οὐκοῦν εἰ μὴ παρ έργως ἐνέτυχον τοῖς γράμμασιν, εἰπάτωσαν καὶ τὴν ὑπόθεσιν τῆς ἐπιστολῆς· οὕτω γὰρ αὐτῶν ἥ τε συκοφαντία καὶ ἡ πονηρία τῆς προαιρέσεως δειχθήσεται. ἐπειδὴ δὲ ἢ οὐκ ἴσασιν ἢ αἰσχύνονται, λέγειν ἀναγκαῖον ἡμᾶς.

5.1 Ἐν Πενταπόλει τῆς ἄνω Λιβύης τηνικαῦτά τινες τῶν ἐπισκόπων ἐφρόνησαν τὰ Σαβελλίου καὶ τοσοῦτον ἴσχυσαν ταῖς ἐπινοίαις, ὡς ὀλίγου δεῖν μηκέτι ἐν ταῖς ἐκκλησίαις κηρύττεσθαι τὸν υἱὸν τοῦ θεοῦ. τοῦτο μαθὼν ∆ιονύσιος, αὐτὸς γὰρ εἶχε τὴν μέριμναν τῶν ἐκκλησιῶν ἐκείνων, πέμπει καὶ συμβουλεύει τοῖς αἰτίοις παύσασθαι τῆς κακοδοξίας. ὡς δὲ οὐκ ἐπαύοντο, ἀλλὰ καὶ μᾶλλον ἀναιδέστερον ἠσέβουν, ἠναγκάσθη πρὸς τὴν ἀναί 5.2 δειαν ἐκείνων γράψαι τὴν τοιαύτην ἐπιστολὴν καὶ τὰ ἀνθρώπινα τοῦ σωτῆρος ἐκ τῶν εὐαγγελίων παραθέσθαι, ἵν' ἐπειδὴ τολμηρότερον ἐκεῖνοι τὸν υἱὸν ἠρνοῦντο καὶ τὰ ἀνθρώπινα αὐτοῦ τῷ πατρὶ ἀνετίθεσαν, οὕτως οὗτος δείξας, ὅτι οὐχ ὁ πατὴρ ἀλλ' ὁ υἱός ἐστιν ὁ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, πείσῃ τοὺς ἀμαθεῖς μὴ εἶναι τὸν πατέρα υἱόν, καὶ οὕτως λοιπὸν κατ' ὀλίγον ἐκείνους εἰς τὴν ἀληθινὴν ἀναγάγῃ θεότητα τοῦ υἱοῦ καὶ 5.3 τὴν γνῶσιν τὴν περὶ τοῦ πατρός. αὕτη τῆς ἐπιστολῆς ἡ ὑπόθεσις καὶ διὰ ταύτην τὴν αἰτίαν οὕτως ἔγραψε καὶ αὐτός, διὰ τοὺς οὕτως ἀναισχύντως θελήσαντας μεταθεῖναι τὴν τῆς ἀληθείας πίστιν.

6.1 Τί τοίνυν ὅμοιον ἡ Ἀρείου αἵρεσις καὶ ἡ ∆ιονυσίου διάνοια; ἢ διὰ τί ∆ιονύσιος ὡς Ἄρειος ὀνομάζεται πολλῆς οὔσης αὐτῶν τῆς διαφορᾶς; ὁ μὲν γὰρ τῆς καθολικῆς ἐκκλησίας διδάσκαλός ἐστιν, ὁ δὲ καινῆς αἱρέσεως ἐφευρετὴς γέγονε. καὶ ὁ μὲν Ἄρειος τὴν ἰδίαν κακοδοξίαν ἐκτιθέμενος ἔργαψε Θαλίαν ἐκτεθηλυμένοις καὶ γελοίοις ἤθεσι κατὰ τὸν Αἰγύπτιον Σωσάτην, ὁ δὲ ∆ιονύσιος ἔγραψε μὲν καὶ ἄλλας ἐπιστολάς, ἀπελογήσατο 6.2 δὲ καὶ περὶ ὧν ὑπωπτεύθη καὶ ἐφάνη φρονῶν ὀρθῶς. εἰ μὲν οὖν ἐναντία ἑαυτῷ γρά φει, μὴ ἑλκέτωσαν αὐτὸν πρὸς ἑαυτούς, οὐ γὰρ ἀξιόπιστος κατὰ τοῦτο. εἰ δὲ γράψας τὴν πρὸς Ἀμμώνιον ἐπιστολὴν ὑπωπτεύθη καὶ ἀπελογήσατο θεραπεύων τὰ πρῶτα ἀπολογησάμενός τε οὐ μεταβέβληται, δῆλον ἂν εἴη, ὅτι καὶ τὰ ὑποπτευθέντα κατ' οἰκο 6.3 νομίαν ἔργαψεν. οὐ δεῖ δὲ τὰ κατ' οἰκονομίαν γραφόμενα καὶ γινόμενα ταῦτα κα κοτρόπως δέχεσθαι καὶ εἰς τὴν ἰδίαν ἕλκειν ἕκαστον βούλησιν. καὶ γὰρ καὶ ἰατρὸς πολ λάκις τὰ δοκοῦντά τισι μὴ εἶναι κατάλληλα ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγιείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν, ἕως ἂν αὐτοὺς εἰς τὴν ὁδὸν τῆς τελειότητος μεταγάγῃ.

7.1 Εἰ δὲ ὅτι μόνον ἔγραψεν οὕτως ὁ μακαρίτης, αἰτιῶνται αὐτόν (αἱ γὰρ τῶν Ἀρεια νῶν ὑπὲρ αὐτοῦ προφάσεις αἰτίαι κατ' αὐτοῦ τυγχάνουσι), τί ποιήσουσιν ἀκούοντες καὶ τῶν μεγάλων καὶ μακαρίων ἀποστόλων ἐν ταῖς Πράξεσι, τοῦ μὲν Πέτρου λέγοντος· «ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ θεὸς δι' αὐτοῦ ἐν μέσῳ ὑμῶν, καθὼς οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προ γνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε», καὶ πάλιν· «ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν 7.2 ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής»· τοῦ δὲ Παύλου ἐξη γουμένου ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας, ὅτι «μεταστήσας ὁ θεὸς τὸν Σαοὺλ ἤγειρε τὸν ∆αυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον ∆αυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει τὰ θελήματά μου· τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγ 7.3 γελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν», καὶ πάλιν ἐν ταῖς Ἀθήναις· «τοὺς μὲνοὖν χρόνους τῆς ἀγνοίας