3
ἐκτελείτω· ἵνα μὴ πρὸς τῷ βίῳ καὶ τὴν ἐκ τῆς ἀμελείας κατάραν ἀπενέγκηται. Ἆρα γὰρ, ἀγαπητὲ ∆ρακόντιε, ταῦτα γινώσκων καὶ συνετὸς τυγχάνων, οὐ κατανύττῃ τὴν ψυχήν; Οὐ φροντίζεις μὴ ἀπόληταί τις τῶν ἐγχειρισθέντων σοι; Οὐ φλέγῃ ὡς ἀπὸ πυρὸς τοῦ συνειδότος; Οὐ φοβῇ τὴν ἡμέραν τῆς κρίσεως, ἐν ᾗ οὐδεὶς τῶν συμβουλευόντων νῦν ἐκεῖ γενήσεται βοηθός; Ἕκαστος γὰρ τῶν ἐγχειρισθέντων αὐτῷ καὶ λόγον ἀποδώσει. Τί γὰρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον ἡ πρόφασις; Ἢ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα, Ἡ γυνή με ἠπάτησεν; Ἀγαπητὲ ∆ρακόντιε, εἰ καὶ ἀληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαβεῖν σε τὴν φροντίδα πρέπει, ἵνα μὴ, τῆς Ἐκκλησίας ἐρήμου τυγχανούσης, οἱ ἐχθροὶ ταύτην βλάψωσι, πρόφασιν εὑρόντες τὴν σὴν φυγήν. Πρέπει σε ἀναζώσασθαι, ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ἐν τῷ ἀγῶνι· πρέπει σε συγκαμεῖν, ἵνα μετὰ πάντων καὶ τὸν μισθὸν ἀπολάβῃς. Σπεῦδε τοιγαροῦν, ἀγαπητὲ, μηκέτι βραδύνων, μηδὲ ἀνέχου τῶν σε κωλυόντων, ἀλλὰ τοῦ δεδωκότος μνήσθητι· καὶ δεῦρο πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε, τοὺς συμβουλεύοντάς σοι τὰ τῶν Γραφῶν, ἵνα καὶ παρ' ἡμῶν προπεμφθῇς, καὶ λειτουργῶν ἐν ταῖς 25.532 Ἐκκλησίαις μνημονεύσῃς καὶ ὑπὲρ ἡμῶν. Οὐ γὰρ σὺ μόνος ἐκ μοναχῶν κατεστάθης, οὐδὲ σὺ μόνος προέστης μοναστηρίου, ἢ μόνος ὑπὸ μοναχῶν ἠγαπήθης· ἀλλ' οἶδας, ὅτι καὶ Σεραπίων μοναχός ἐστι, καὶ τόσων μοναχῶν προέστη· οὐκ ἔλαθέ σε, πόσων μοναχῶν πατὴρ γέγονεν Ἀπολλώς. Οἶδας Ἀγάθωνα, καὶ οὐκ ἀγνοεῖς Ἀρίστωνα· μνημονεύεις Ἀμμωνίου, τοῦ μετὰ Σαραπίωνος ἀποδημήσαντος· ἴσως δὲ ἤκουσας καὶ περὶ Μουΐτου. ἐν τῇ ἄνω Θηβαΐδι, καὶ δύνασαι μαθεῖν περὶ Παύλου τοῦ ἐν τῷ Λατῷ, καὶ περὶ ἄλλων πολλῶν. Καὶ ὅμως οὗτοι, κατασταθέντες, οὐκ ἀντειρήκασιν, ἀλλ' ἔχοντες τύπον τὸν Ἑλισσαῖον, καὶ εἰδότες τὰ κατὰ Ἡλίαν, μαθόντες τε τὰ κατὰ τοὺς μαθητὰς καὶ ἀποστόλους, ἀντελάβοντο τῆς φροντίδος, καὶ οὐ κατεφρόνησαν τῆς λειτουργίας, καὶ οὔτε χείρους ἑαυτῶν γεγόνασιν, ἀλλὰ καὶ μᾶλλον τοῦ καμάτου τὸν μισθὸν προσδοκῶσι, προκόπτοντες καὶ προκόπτειν ἄλλους νουθετοῦντες. Πόσους ἀπὸ τῶν εἰδώλων ἐπέστρεψαν; Πόσους ἀπὸ τῆς δαιμονιώδους συνηθείας ἔπαυσαν νουθετοῦντες; Πόσους παρέστησαν τῷ Κυρίῳ δούλους, ὥστε καὶ τοὺς ὁρῶντας τὰ σημεῖα ταῦτα βλέποντας θαυμάζειν; Ἢ οὐχὶ μέγα σημεῖον κόρην ποιῆσαι παρθενεύειν, καὶ νεώτερον ἐγκρατεύεσθαι, καὶ εἰδωλολάτρην ἐπιγνῶναι τὸν Χριστόν; Μὴ τοίνυν κωλυέτωσάν σε μοναχοὶ, ὡς μόνον ἐκ μοναχῶν κατασταθέντα, μηδὲ σὺ προφασίζου, ὡς χείρων σεαυτοῦ ἐσόμενος· δύνασαι γὰρ καὶ καλλίων γενέσθαι μιμούμενος τὸν Παῦλον, ζηλῶν τῶν ἁγίων τὰς πράξεις. Οἶδας γὰρ, ὅτι οἱ τοιοῦτοι, οἰκονόμοι τῶν μυστηρίων κατασταθέντες, μᾶλλον κατὰ σκοπὸν ἐδίωκον εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Πότε Παῦλος ἐμαρτύρησε, καὶ τὸν στέφανον λαβεῖν προσεδόκησεν, εἰ μὴ ὅτε ἀπεστάλη διδάσκειν; Πότε Πέτρος ὡμολόγησεν, εἰ μὴ ὅτε εὐηγγελίζετο, καὶ ἁλιεὺς ἀνθρώπων γέγονε; Πότε Ἡλίας ἀνελήφθη, εἰ μὴ ὅτε πᾶσαν τὴν προφητείαν ἐπλήρωσε; Πότε Ἑλισσαῖος ἐν πνεύματι ἔσχε διπλᾶ, εἰ μὴ ὅτε πάντα καταλιπὼν ἠκολούθησε τῷ Ἡλίᾳ; ∆ιὰ τί δὲ καὶ ἐξελέξατο μαθητὰς ὁ Σωτὴρ, εἰ μὴ ἵνα καὶ ἀποστείλῃ; Ὅθεν, τούτους ἔχων τύπον, ἀγαπητὲ ∆ρακόντιε, μὴ λέγε, μηδὲ πείθου τοῖς λέγουσιν ἁμαρτίας εἶναι πρόφασιν τὴν ἐπισκοπὴν, μηδὲ ὅτι ἐκ ταύτης ἀφορμὴ τοῦ ἁμαρτάνειν ἐστίν. Ἔξεστι γὰρ καὶ ἐπί 25.533 σκοπον ὄντα σε πεινᾷν, καὶ διψῇν, ὡς ὁ Παῦλος· δύνασαι μὴ πιεῖν οἶνον, ὡς ὁ Τιμόθεος· καὶ νηστεύειν καὶ αὐτὸς συνεχῶς, ὡς ὁ Παῦλος ἐποίει· ἵνα κατ' ἐκεῖνον οὕτως νηστεύων, χορτάζῃς ἄλλους ἐν τοῖς λόγοις, καὶ διψῶν ἐν τῷ μὴ πιεῖν, ποτίζῃς ἄλλους διδάσκων. Μὴ οὖν ταῦτα προβαλλέτωσαν οἱ συμβουλεύοντές σοι. Οἴδαμεν γὰρ καὶ ἐπισκόπους νηστεύοντας, καὶ μοναχοὺς ἐσθίοντας. Οἴδαμεν καὶ ἐπισκόπους μὴ πίνοντας οἶνον, μοναχοὺς δὲ πίνοντας· οἴδαμεν καὶ σημεῖα ποιοῦντας ἐπισκόπους, μοναχοὺς δὲ μὴ ποιοῦντας. Πολλοὶ δὲ τῶν ἐπισκόπων οὐδὲ γεγαμήκασι, μοναχοὶ δὲ πατέρες τέκνων γεγόνασιν·