3
καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται; οὐ γὰρ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον ἑαυτῆς ἐνδύσηται, ἀλλ' οὐδὲ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρού μενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσ ενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται.
5 ἀλλ' οὐκ ἔστιν οὕτω, μὴ γένοιτο, σπέρματος γὰρ Ἀβραὰμ ἐπι λαμβάνεται, ὡς εἶπεν ὁ ἀπόστολος· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵν' ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ· καὶ ταύτην ὁ μὲν Ἡσαΐας προφητεύων ἐδείκνυε λέγων, ἰδοὺ ἡ παρθένος, ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ πρὸς παρθένον μεμνηστευ μένην ἀνδρί, ἵν' ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρω πον οὖσαν· καὶ τοῦ τίκτειν μνημονεύει ἡ γραφὴ καί φησιν, ἐσπαργάνωσεν, καὶ ἐμακαρίζοντο μαστοὶ, οὓς ἐθήλασεν· καὶ προσηνέχθη θυσία, ὡς διανοίξαντος τοῦ τεχθέντος τὴν μήτραν. ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα, καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς τὸ γεννώμενον ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθῇ, ἀλλ' ἐκ σοῦ, ἵν' ἐξ αὐτῆς φύσει τὸ γεννώμενον εἶναι πιστευθῇ, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον παρθένον φέρειν γάλα μὴ τεκοῦσαν, καὶ ἀδύνατον γάλακτι τρα φῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ περιτμηθὲν ὀκταήμερον, τοῦτο Συμεὼν εἰς τὰς ἀγκάλας ἐδέξατο, τοῦτο γέγονε παιδίον, καὶ ηὔξησε δωδεκαετὴς γενόμενος, καὶ εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος, ἴδετέ με, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι, τοῦ δὲ Παύλου γρά φοντος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. ἀλλ' ἐν τῷ περιτμηθέντι σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ καμόντι καὶ ἐν ξύλῳ καθηλωθέντι καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν τὸ ἐν μνημείῳ τεθέν, ὅτε αὐτὸς ἐπορεύθη κηρύξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν, ὡς εἶπεν ὁ Πέτρος.
6 ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα τετράφθαι τὸν λόγον. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου, αὐτὸ γὰρ ἂν ἐπορεύθη δι' ἑαυτοῦ τὸ σῶμα κηρύξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύ μασιν. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρύξαι, τὸ δὲ σῶμα ἑλίξας Ἰωσὴφ σινδόνι ἀπέθετο ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν, ὅτι μὴ τὸ σῶμα ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ τοὺς τύπους τῶν ἥλων, οὓς ὑπέμεινεν αὐτὸς ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ ἰδίῳ σώματι καὶ δυνάμενος κωλύειν, οὐκ ἐκώλυεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια ὡς ἑαυτοῦ ὁ λόγος ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέ του ὡς αὐτὸς πάσχων ἔλεγεν, τί με δέρεις; καὶ ἄψαυστος ὢν τῇ φύσει ὅμως ἔλεγεν, τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων· ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος μετασχεῖν δυνηθῶμεν. καὶ ἦν παράδοξον, ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστιν. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο, καὶ ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ προσενεγκὼν εἰς θυσίαν ἐξαφανίσῃ, καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν ἀπόστολον εἰπεῖν,