Quaestiones aliae

 ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς

 ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστο

 μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανερ

 Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμ

 σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχ

 ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον.

 διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς

ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστος γὰρ ὁ λόγος καὶ ἡ πνοὴ ἀπὸ τῆς ψυχῆς. Ὁμοίως Πατὴρ, καὶ Υἱὸς, ἤτοι Λόγος, καὶ Πνεῦμα, εἷς Θεὸς, καὶ οὐ τρεῖς· ἀχώριστος γὰρ ὁ Λόγος καὶ τὸ Πνεῦμα τὸ θεῖον ἐκ τοῦ Πατρός. Καὶ καθάπερ ἀόρατος ἡ ψυχὴ, οὕτως ἀόρατος καὶ ὁ Θεός. Καὶ οὕτως ὅταν διστάζεις ἐν τῷ νοΐ σου, καὶ λέγεις, πῶς ἔνι ὁ Θεὸς εἷς, καὶ ἔνι καὶ τρισυπόστατος; ἐνθυ μοῦ τῆς ψυχῆς σου, καὶ λέγε· Ὥσπερ ἡ ψυχή μου μία ἐστὶν, ἀλλὰ καὶ τρισυπόστατος, ψυχὴ, λόγος, καὶ πνοή· οὕτω καὶ ὁ Θεὸς εἷς ἐστιν, ἀλλ' ἔστι καὶ τρισ υπόστατος, Πατὴρ, Λόγος, καὶ Πνεῦμα ἅγιον. Καὶ λέγε ἐν τῷ νοΐ σου, ὅτι, ἐὰν ἡ ψυχὴ, τὸ ποίημα τοῦ Θεοῦ, ὁμοίως καὶ ὁ ἥλιος, ἐστὶ τρισυπόστατος, ἡ δὲ φύσις αὐτῶν μία· πόσῳ μᾶλλον ὁ Θεὸς ὁ ποιητὴς τούτων! Οὐκ ἐνδέχεται τὸ εἶναι οὕτως, ὥστε εἶναι αὐτὸν ἕνα τῇ φύσει, καὶ τρισυπόστατον τοῖς προσ ώποις; καὶ ἀληθῶς ἐνδέχεται. Ὡς γὰρ ψυχὴ, λόγος καὶ πνοὴ τρία πρόσωπα, καὶ μία φύσις ψυχῆς, καὶ οὐ τρεῖς ψυχαί· οὕτω Πατὴρ, Λόγος καὶ Πνεῦμα ἅγιον, τρία πρόσωπα, καὶ εἷς τῇ φύσει Θεὸς, καὶ οὐ τρεῖς θεοί. Οὕτως ἐὰν συλλογίζῃ πάντοτε, οὐ μὴ βλασφημήσῃς ἐπὶ τῆς ἁγίας Τριάδος. Ἀλλὰ ἀκμὴν καὶ ἄλλην εἰκόνα Θεοῦ ἄκουσον, ἀγα πητέ. Ἰδοὺ τὸ πῦρ ἕν ἐστι, ἄλλως καὶ τρισυπόστα τον. Αὐτὸ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον πῦρ, τὸ δὲ καυστικὸν αὐτοῦ ἕτερον πρόσωπον, καὶ τὸ φωτιστι κὸν αὐτοῦ ἄλλο πρόσωπον. Ἰδοὺ λοιπὸν τρία πρόσ ωπα τοῦ ἑνὸς πυρὸς, ἤγουν τὸ ὑποκείμενον πῦρ, καὶ τὸ καυστικὸν, καὶ τὸ φωτιστικόν· μία δὲ φύσις τοῦ πυρὸς, καὶ οὐ τρεῖς. Ὁμοίως καὶ ἐπὶ τοῦ Θεοῦ· ὁ γὰρ Πατὴρ ἔνι τὸ πῦρ, ὁ Υἱὸς τὸ καυστικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἔνι τὸ φωτιστικόν. Καὶ ὥσπερ ἐπὶ τοῦ πυρὸς, τὸ πῦρ, τὸ καυστικὸν, καὶ τὸ φωτιστικὸν, καὶ αὐτὸ τὸ ὑποκείμενον πῦρ, ἓν λέγομεν, καὶ οὐ τρία· οὕτω λέγομεν καὶ ἐπὶ τοῦ Θεοῦ τὰ τρία πρόσ ωπα, τόν τε Πατέρα, καὶ Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, Θεὸν ἕνα λέγομεν, καὶ οὐ τρεῖς. Καὶ περὶ μὲν τῆς ἐπιγνώσεως τῆς ἁγίας Τριάδος ἀρκείτω ταῦτα τῷ πιστεύοντι. Πλὴν ἄκουσον καὶ ἄλλο πρὸς τούτοις μυστήριον. Ὁ λόγος τοῦ ἀνθρώπου διπλῆν ἔχει τὴν γέννησιν, καὶ ἐν δυσὶ φοραῖς γεννᾶται· μίαν μὲν φορὰν γεννᾶται ἀπὸ τῆς ψυχῆς, ἑτέραν δὲ ἀπὸ τῶν χειλέων. Καὶ γεννᾶται μὲν ὁ λόγος τοῦ ἀνθρώπου ἀπὸ τῆς ψυχῆς, ὅταν ἐν θυμηθῇ τις εἰπεῖν τι. Ἡ γὰρ ἐνθύμησις πρώτη γέν νησις λέγεται τοῦ λόγου, ἐπεὶ ἐνθυμεῖται τοῦ εἰπεῖν ἐκεῖνον τὸν λόγον· οὐ λέγει δὲ τοῦτον διὰ τῶν χειλέων, 781 ἀλλὰ φυλάττει τὸν λόγον ἡ ψυχὴ ἐν τοῖς κόλποις αὐτῆς· καὶ ἔστιν ἡ ἐνθύμησις ἐκείνη πρώτη γέννη σις τοῦ λόγου ἀπὸ τῆς ψυχῆς. Ὅμως, κἂν γεννηθῇ ὁ λόγος ἀπὸ τῆς ψυχῆς, πρώτην γέννησιν ὅταν ἐν θυμηθῇ αὐτὸν ἡ ψυχὴ, ἀλλ' οὐ φανεροῖ αὐτὸν, ἀκμὴν δὲ φυλάττει αὐτόν. Ὅταν δὲ θελήσῃ τοῦ φανερῶσαι τὸν λόγον, τότε γεννᾷ αὐτὸν ἐκ τῶν χειλέων. Αὐτὴ δὲ ἡ ἐκ τῶν χειλέων δευτέρα γέννησις τοῦ λόγου, αὐτὴ φανεροῖ τὸν λόγον ἐν τοῖς πᾶσι, καὶ οὐκ ἔτι λοιπὸν ὁ λόγος ἀφανὴς λέγεται, ἀλλ' ἐμφανής. Ὅταν δὲ γεννηθῇ ὁ λόγος διὰ τῶν χειλέων, τότε οἱ πάντες ἀκούουσιν αὐτὸν, καὶ φανερὸς γίνεται τοῖς πᾶσι· καὶ λέγεται αὕτη ἡ γέννησις ἡ διὰ τῶν χειλέων δευτέρα γέννησις τοῦ λόγου· ὥστε δύο εἰσὶν αἱ γεννήσεις τοῦ λόγου ἡμῶν· μία μὲν ἐκ τῆς ψυχῆς, ὅταν ἐνθυμηθῇ τοῦ λαλῆσαι τὸν λόγον, ἥτις καὶ πρώτη γέννησις λέγεται· καὶ ἑτέρα ἐκ τῶν χειλέων, ἥτις φανεροῖ τὸν λόγον πᾶσιν ἀνθρώποις, ἥτις καὶ δευτέρα γέννησις λέγεται. Μάνθανε οὖν ἀκριβῶς, ὅτι, ὥσπερ ὁ λόγος τοῦ ἀνθρώπου δύο γεννήσεις ἔχει, μίαν ἐκ τῆς ψυχῆς, καὶ ἄλλην ἐκ τῶν χειλέων, οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος δύο γεννήσεις ἔχει, μίαν μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἥτις καὶ πρώτη γέννησις λέγεται· καὶ ἑτέραν ἐκ τῆς σαρκὸς, ἥτις καὶ δευτέρα γέννησις λέγεται. Καὶ ὥσπερ ὁ λόγος ἡμῶν, κἂν γεννηθῇ τὴν πρώτην γέννησιν ἀπὸ τῆς ψυχῆς, ἀλλ' ὅμως ἀφανής ἐστι, καὶ οὐ φανεροῦται, ἀλλὰ πάλιν

3