καὶ πολὺς μὲν ἔρρεεν ὁ πειράζων καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος, 22 νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ, τῷ μεγέθει τῆς διανοίας· γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή· ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβαίνοντα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ ∆ιαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγων ἐν τῷ ψάλμῳ· Ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὁ γὰρ ὑπομένων, ἄνδρειός ἐστι, καὶ ὁ ἄνδρειος ὑπομενητικὸς ἂν εἴη. ∆ιὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπαταθεῖσαν ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα· ἐκεῖ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μόνον φαινόμενος ζητεῖν τίνα ἁρπάζειν καὶ καταπιεῖν, διὰ τοῦτο ὃ μέν ἐστιν αὐτὸς, ὑποκρύπτει καὶ σκέπει, ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιν αὐτῷ· οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ' ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, τὴν δὲ διάνοιαν αὐτῶν παραποιῶν οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτὴν ὑποκρίνεσθαι φιλανδρείαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν· οὕτω τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις, ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον. Cap. IX, v. 5. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. Ὄρη οἱ προφῆται, ὁ Μοϋσῆς καὶ οἱ καθ' ἑξῆς. Καὶ δῆλοι ἡ γραφή· Ἤρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά 23 μου. Ὁ τὸ διανοητικὸν ἐπιδοὺς τοῖς λόγοις τῶν προφητῶν, ᾔρε τοὺς ὀφθαλμοὺς εἰς τὰ ὄρη, ὁρῶν ὅτι ἥξει ἐκ τῶν ἐν τοῖς προφήταις νοηθέντων λόγων ἡ βοήθεια αὐτοῦ παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, πληρώσαντος μυστηρίων τὴν καθαρὰν τῶν προφητῶν καρδίαν. Ὅσον οὖν ἡ καινὴ διαθήκη οὐκ ἔρχεται οὐκ ἦσαν παλαιοὶ οἱ προφῆται, οὐδαμοῦ γὰρ παρὰ διαθήκην, εἴρηται πρὸ τούτου· Χριστὸς δέ ἐστιν ὁ παλαιῶν ὄρη, Μωσέα καὶ τοὺς προφήτας. Καὶ οὐκ οἴδασι· Τίνες οὖν οὐκ οἴδασιν; ἐκεῖνοι πρὸς οὓς ἔλεγεν· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἐγράφη. Εἰ εἴδησαν Ἰουδαῖοι ὅτι περιπαλαιῶται τὰ ὄρη, καταλιπόντες ἂν αὐτὰ, τουτέστιν τὴν τοῦ γράμματος παλαιότητα, διήλλανται καὶ ἐληλύθησαν ἐπὶ τὴν καινὴν διαθήκην· καὶ ἐλάτρευον Θεῷ ἐν καινότητι Πνεύματος, καὶ οὐ παλαιότητι γράμματος· ἐπάγει οὖν· οὐκ οἴδασιν οὖν Ἰουδαῖοι οὔτε τὸν παλαιώσαντα, οὔτε τὰ πεπαλαιωμένα. ∆ιὸ ὁ καταστρέφων, φησὶν, αὐτὰ ὀργῇ, τουτέστι τὴν κατὰ τὸ γράμμα Ἱερουσαλὴμ ἢ τοῦ γράμματος. Ποῦ τὸ αἰσθητὸν θυσιαστήριον; Παράδοξον ὁ Ἰησοῦς μου πεποίηκεν; ἐλθὼν τοὺς αὐτοῦ προφήτας καὶ πεπαλαίωκεν καὶ ἀνεκαίνισε, πεπαλαίωκε, πῶς; ἡ διακονία τοῦ θανάτου τοῦ ἐν γράμματι ἐντετυπωμένη ἦν, φησίν· ἀνεκαίνισε, πῶς; ὁ μὲν νόμος, φησὶν, ἅγιος καὶ ἡ ἐντολὴ αὐτοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή· ἀλλ' οὐκ ἤδεισαν ταῦτα οἱ μὴ μαθόντες τὸ ὄνομα πνευματικόν. 24 v. 6. Ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων. Χριστός ἐστιν ὁ σείσας τὴν ὑπ' οὐρανόν· πολλοὶ ἐκ μέρους γίνονται σεισμοί· σεῖσμος γέγονεν ἐνθάδε· ἀλλ' οἱ ἐν τῇ πλησίον πόλει οὐκ ἔγνωσαν· ἐπὶ δὲ τοῦ Χριστοῦ οὐ γέγονε μερικῶς, διὰ τοῦτο ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στύλοι αὐτῆς σαλεύοντες, δηλονότι οἱ ἀπόστολοι ἐν τῷ καιρῷ τοῦ πάθους ἐσαλεύθησαν Πάντες ὑμεῖς, φησὶ, σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. ῃ. 7. Ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Καὶ τοῦτο ἐν τῷ σταυρῷ γέγονε· Κατὰ δὲ ἄστρων κατασφραγίζει· φέρεται ὅτι ταῖς τρισὶν ὥραις ἐν αἷς ἐξέλιπεν ὁ ἥλιος, ἀστέρες ἐφάνησαν ἐν οὐρανῷ ὡς ἐν νυκτί. v. 9. Ὁ ποιῶν Πλειάδα, καὶ Ἕσπερον, καὶ Ἀρκτοῦρον, καὶ Ταμεῖα Νότου. Ταῦτα ὑπὲρ ἐμέ ἐστι τὰ μαθήματα. Πολλῶν γὰρ ὄντων τῶν ἀστέρων Πλειάδων, πλανητῶν καὶ
3