Sermo major

 πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς. θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρό

 ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ' οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ

 Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατ

 πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται· ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε

 τὰ πάθη ἐπιγνωσθῇ. μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι' ἣν ἐνεδύσα

ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ' οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ ἕκαστον καὶ πάντα ὁμοίως ζῳοποιῶν, περιέχων τὰ ὅλα καὶ μὴ περιεχόμενος, ἀλλ' ἐν μόνῳ τῷ ἑαυτοῦ πατρὶ ὅλος ὢν κατὰ πάντα, οὕτω καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὤν, καὶ αὐτὸς αὐτὸ ζῳοποιῶν, εἰκότως ἐζῳοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο καὶ ἔξω τῶν ὅλων ἦν. καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος οὐκ ἀφανὴς ἦν. 84 Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκεν ὅτι τὸ μὲν σῶμα ὡς σῶμα ἐτίκτετο καὶ καταλ λήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι θεὸς λόγος τὰ πάντα διακοσμῶν καὶ δι' ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ θεὸν λόγον ἐγνώριζεν. 85 Ἐκ τοῦ αὐτοῦ λόγου. 85 Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ. δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον. εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ἦν κατ' ἀκολουθίαν τῶν ἡμετέρων καὶ ἀπέθνησκε. τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει. οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγου ἐκτὸς ἐγίνετο φθορᾶς. καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παρα δόξως, ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ κυριακῷ ἀνθρώπῳ ἐπληροῦτο καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα λόγον ἐξηφανίζετο· θανάτου γὰρ ἦν χρεία καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται. ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν. ἀθάνατος γὰρ ἦν ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυ νάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ. 86in the margin in a late hand: ὅρα τό· οὐ δώςεις τὸν ὅσιόν; σου ἰδεῖν διαφθοράν; ὥσπερ εἶπον ὡς προεῖπον 87 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἠδύνατο μὲν γὰρ καὶ παρ' αὐτὰ τοῦ θανάτου διεγεῖραι καὶ πάλιν δεῖξαι ζῶν. ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ σωτὴρ οὐ πεποίηκεν. εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι, ἢ μηδὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυ κέναι, εἰ παρ' αὐτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας. τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα καὶ μίαν ὑπέμεινε μέσην ὁ λόγος καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον. ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι τοῦτο τριταῖον ἀνέστησεν. ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμείνῃ καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ' ἕτερον σῶμα φέρων. ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων. διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν. ἀλλ' ἔτι τῶν ἀκοῶν ἔναυλον ἐχόντων τὸν λόγον καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχο μένων καὶ τῆς διανοίας αὐτῶν ἀπηρτημένης καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τὸν τόπον ὄντων τῶν θανατωσάντων καὶ μαρτύρων τοῦ θανάτου τοῦ κυριακοῦ σώματος. αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἀνεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα ἀλλ' ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ σωτῆρος. 88 Ἐκ τοῦ αὐτοῦ λόγου.

3