παρ' Ἑβραίοις καὶ τὴν Ἐσθήρ· καὶ τὴν μὲν Ῥοὺθ, μετὰ τῶν Κριτῶν ἑνουμένην, εἰς ἓν βιβλίον ἀριθμεῖσθαι· τὴν δὲ Ἐσθὴρ εἰς ἕτερον ἕν· καὶ οὕτω πάλιν εἰς εἴκοσι δύο συμπληροῦσθαι τὸν ἀριθμὸν τῶν κανονιζομένων παρ' αὐτοῖς βιβλίων. Καὶ τὰ μὲν τῆς Παλαιᾶς ∆ιαθήκης βιβλία, τά τε κανονιζόμενα καὶ τὰ μὴ κανονιζόμενα, τοιαῦτα καὶ τοσαῦτα. Τὰ δὲ τῆς Καινῆς ∆ιαθήκης, πάλιν ὡρισμένα τε καὶ κεκανονισμένα βιβλία, ταῦτα· Κατὰ Ματθαῖον, οὗ ἡ ἀρχή· «Βίβλος γενέσεως Ἰη σοῦ Χριστοῦ, υἱοῦ Ἀβραάμ.» 28.292 Κατὰ Μάρκον, οὗ ἡ ἀρχή· «Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου.» Κατὰ Λουκᾶν, οὗ ἡ ἀρχή· «Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπλη ροφορημένων ἐν ἡμῖν πραγμάτων.» Κατὰ Ἰωάννην, οὗ ἡ ἀρχή· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λό γος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, ὃ γέγονεν.» Πράξεις τῶν ἀποστόλων, οὗ ἡ ἀρχή· «Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.» Καθολικαὶ Ἐπιστολαὶ διαφόρων ἀποστόλων, αἱ πᾶ σαι ἑπτὰ, εἰς ἓν ἀριθμούμεναι βιβλίον. Ἰακώβου μία, ἧς ἡ ἀρχή· «Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.» Πέτρου δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγια σμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Συμεὼν Πέτρος καὶ ἀπό στολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πί στιν ἐν δικαιοσύνῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ.» Ἰωάννου τρεῖς· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλ μοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Ὁ πρεσβύτερος ἐκλε κτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.» Τῆς δὲ τρίτης ἡ ἀρχή· «Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.» Ἰούδα μία, ἧς ἡ ἀρχή· «Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἠγα πημένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς.» Παύλου ἀποστόλου ἐπιστολαὶ ιδʹ, εἰς ἓν ἀριθμούμεναι βιβλίον. Ἐν πρώτῃ, ἡ πρὸς Ῥωμαίους, ἧς ἡ ἀρχή· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Πρὸς Κορινθίους δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκ κλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰη σοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.» Τετάρτη πρὸς Γαλάτας, ἧς ἡ ἀρχή· «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, 28.293 ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Πατρός.» Πέμπτη πρὸς Ἐφεσίους, ἧς ἡ ἀρχή· «Παῦλος ἀπό στολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ἕκτη πρὸς Φιλιππησίους, ἧς ἡ ἀρχή· «Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακό νοις.» Ἑβδόμη πρὸς Κολασσαεῖς, ἧς ἡ ἀρχή· «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πι στοῖς ἀδελφοῖς ἐν Χριστῷ.» Πρὸς Θεσσαλονικεῖς δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος καὶ
3