οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ ∆οξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν ἐνοικοῦντα ἐν σοὶ ὡς Θεὸν, ἐγένου ναὸς εἰδώλων. Λέγει γάρ· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ ἀλλαχοῦ λέγει· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι κρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη.» Τὸ δὲ Πνεῦμα τὸ ἅγιον λέγεται εἰπεῖν ταῦτα· φησὶ γὰρ ὁ Ἀπόστολος· «∆ιὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,» καὶ τὰ ἑξῆς. Ἄρα οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπείρασεν ὁ Ἰσραὴλ, καὶ ἐδοκίμασεν ἐν τῇ ἐρήμῳ· καὶ εἶ δον τὰ ἔργα αὐτοῦ, ἤτοι τὰ θαυμάσια. Ἐν ἄλλῳ δὲ 28.37 ψαλμῷ λέγει ὁ αὐτός· «Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.» Ἄρα οὖν ὁ Θεὸς, τὸ ἅγιον Πνεῦμά ἐστι. Καὶ ἀλλαχοῦ, ὅτε ἀνελαμβάνετο ὁ Ἡλίας, ᾔτει ὁ Ἐλισσαῖος παρ' αὐτοῦ ἐπ' αὐτὸν τὸ Πνεῦμα γενέ σθαι διπλοῦν. Ἐπηγγέλλετο οὖν ὁ Ἡλίας, ἐὰν ἴδῃ αὐτὸν ἀναλαμβανόμενον. Ἰδὼν οὖν, καὶ λαβὼν τὴν μηλωτὴν, ἦλθεν ἐπὶ τὸν Ἰορδάνην· καὶ πατά ξαντος αὐτοῦ τῇ μηλωτῇ τὸν ποταμὸν, οὐχ ὑπ ήκουσε τὸ ὕδωρ. Λέγει οὖν· Ποῦ ὁ Θεὸς ἀφφώ; Ἀφφὼ δὲ ἑρμηνεύεται ἄμφω, τουτέστι τὸ Πνεῦμα τὸ διπλοῦν. Ποῦ οὖν ὁ Θεὸς ἀμφὼ, ἀντὶ τοῦ, τὸ Πνεῦμα διπλοῦν. Καὶ πάλιν λέγει ὁ Σωτήρ· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ἑρμηνεύων δὲ ὁ εὐαγγελιστὴς τί ἐστι, «ὕδατος ζῶντος,» ἔφη· «Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ἁγίου Πνεύματος, ὁ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Εἰ δὲ τὸ ὕδωρ τὸ ζῶν τὸ ἅγιον Πνεῦμά ἐστιν, ἄρα Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ ὁ προφήτης· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ μὴ δυνήσονται ὕδωρ συνέχειν.» Καὶ ὁ ∆αυῒδ· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὁρᾷς ὅτι ὁ Πατὴρ πηγὴ ἐκλήθη, καὶ ὁ Υἱὸς ὁμοίως, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τρεῖς εἰσι θεοί· εἷς γὰρ Θεὸς, καὶ εἷς νόμος, νομοθέτης εἷς, καὶ εἷς Κύριος. Εἷς γὰρ Θεὸς ἐν τρισὶ προσώποις κηρύττε ται Καὶ πῶς, φησὶ, δύναται λέγεσθαι ὁ Πατὴρ Θεὸς, καὶ ὁ Υἱὸς Θεὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Θεὸς, καὶ οὐ τρεῖς εἰσι θεοί; ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὸν καὶ ὄνομα τῆς ἀξίας· οἷον ὁ Θεὸς τὰ εἰς πλήθη διῃ ρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ· καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τῇ ὀργῇ ὑποκείμενον ἕνα ἄνθρωπον καλεῖ· καὶ ὅτε διαλ λάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλλάσσεται· οἷον ἐπάγει κατακλυσμὸν διὰ τὴν ἁμαρτίαν, καὶ λέ γει ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, καὶ ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα.» Καίτοι οὐκ ἦν εἷς, ἀλλὰ μυριάδες ἄπειροι· ἀλλὰ τῷ ὀνόματι τῆς φύσεως τὸν πάντα ἄνθρωπον ἕνα ἐκάλεσεν ἄνθρωπον διὰ τὸ κοινὸν τῆς οὐσίας. Καὶ πάλιν λέγει ∆αυΐδ· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέ πτῃ αὐτόν;» Οὐχ ὅτι ἕνα ἄνθρωπον ἐσκέψατο· πᾶσαν γὰρ τὴν οἰκουμένην ἤγειρε. Ἑνὶ δὲ συντόμῳ χρησόμεθα λόγῳ διὰ Μωσέως εἰρημένῳ· Ὅτε ἐξῆλθε Φαραὼ κατὰ τὴν θάλασσαν, καὶ ὑπέσχε τῷ νόμῳ τῷ θείῳ τὴν τιμωρίαν, πίπτων μετὰ μυρίων ἁρμά 28.40 των ἐν τῇ θαλάσσῃ, καὶ ἦσαν πολλοὶ ἄνθρωποι οἱ βυθισθέντες μετ' ἐκείνου, καὶ ἵπποι πολλοί· ὁ δὲ Μωσῆς εἰδὼς, ὅτι πάντων τῶν βυθισθέντων μία ἐστὶν ἡ φύσις, καὶ περὶ τῶν ἵππων καὶ περὶ τῶν ἀνδρῶν λέγει· «Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν·» τὰ πλήθη τῶν ἵππων ἐκάλεσεν ἵππον ἕνα διὰ τὴν κοινωνίαν τῆς φύσεως, καὶ τὰ πλήθη τῶν ἀνδρῶν
3