πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυ τὸν, καὶ σπουδάζων ἐν ἑαυτῷ τὰ πάντων δεικνύναι· καὶ γὰρ πρὸς τοὺς καθ' ἡλικίαν ἴσους οὐκ ἦν φιλό νεικος, ἢ μόνον ἵνα μὴ δεύτερος ἐκείνων ἐν τοῖς βελτίοσι φαίνηται· καὶ τοῦτο ἔπραττεν ὥστε μηδένα λυπεῖν, ἀλλὰ κἀκείνους ἐπ' αὐτῷ χαίρειν. Πάντες μὲν οὖν οἱ ἀπὸ τῆς κώμης καὶ οἱ φιλόκαλοι, πρὸς οὓς εἶχε τὴν συνήθειαν, οὕτως αὐτὸν ὁρῶντες, ἐκάλουν θεοφιλῆ· καὶ οἱ μὲν ὡς υἱὸν, οἱ δὲ ὡς ἀδελφὸν ἠσπάζοντο. Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος οὐκ ἤνεγ κεν ὁρῶν ἐν νεωτέρῳ τοιαύτην πρόθεσιν. Ἀλλ' οἷα μεμελέτηκε ποιεῖν, ἐπιχειρεῖ καὶ κατὰ τούτου πράτ 26.848 τειν· καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτη μάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς τὴν ποικίλην ἡδονὴν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς αὐτῆς ἐστιν ὁ πόνος· τοῦ τε σώματος τὴν ἀσθένειαν ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος. Καὶ ὅλως πο λὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ, θέλων αὐτὸν ἀποσχοινίσαι τῆς ὀρθῆς προαιρέσεως. Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν τοῦ Ἀντωνίου πρόθεσιν, καὶ μᾶλλον ἑαυτὸν κα ταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στεῤῥότητος, καὶ ἀνατρεπόμενον τῇ πολλῇ πίστει, καὶ πίπτοντα ταῖς συνεχέσιν Ἀντωνίου προσευχαῖς· τότε δὴ τοῖς ἐπ' ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαῤῥῶν, καὶ καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ' ἡμέ ραν δὲ οὕτως ἐνοχλῶν, ὡς καὶ τοὺς ὁρῶντας αἰσθέ σθαι τὴν γινομένην ἀμφοτέρων πάλην. Ὁ μὲν γὰρ ὑπέβαλλε λογισμοὺς ῥυπαροὺς, ὁ δὲ ταῖς εὐχαῖς ἀν έτρεπε τούτους· καὶ ὁ μὲν ἐγαργάλιζεν, ὁ δὲ, ὡς ἐρυ θριᾷν δοκῶν, τῇ πίστει καὶ ταῖς εὐχαῖς καὶ νη στείαις ἐτείχιζε τὸ σῶμα· καὶ ὁ μὲν διάβολος ὑπέμε νεν ὁ ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς, καὶ πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον ἀπατήσῃ· ὁ δὲ τὸν Χριστὸν ἐνθυμούμενος, καὶ τὴν δι' αὐτὸν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογι ζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς ἐκείνου πλά νης. Πάλιν τε ὁ μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς ἡδονῆς· ὁ δὲ, ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικὼς, τὴν ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐν εθυμεῖτο· καὶ ἀντιτιθεὶς ταῦτα, διέβαινε τούτων ἀβλα βής. Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ 26.849 ἐχθροῦ. Ὁ γὰρ νομίσας ὅμοιος γενέσθαι Θεῷ ὑπὸ νεανίσκου νῦν ἐπαίζετο· καὶ ὁ σαρκὸς καὶ αἵμα τος κατακαυχώμενος ὑπὸ ἀνθρώπου σάρκα φοροῦντος ἀνετρέπετο. Συνήργει γὰρ ὁ Κύριος αὐτῷ, ὁ σάρκα δι' ἡμᾶς φορέσας, καὶ τῷ σώματι δοὺς τὴν κατὰ τοῦ διαβόλου νίκην· ὥστε τῶν ὄντως ἀγωνιζομένων ἕκαστον λέγειν· «Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. « Τέλος γοῦν, ὡς οὐκ ἠδυνήθη τὸν Ἀντώνιον οὐδ' ἐν τούτῳ καταβαλεῖν ὁ δράκων, ἀλλὰ καὶ ἔβλε πεν ἑαυτὸν ἐξωθούμενον ἀπὸ τῆς καρδίας αὐτοῦ, τρίζων τοὺς ὀδόντας, κατὰ τὸ γεγραμμένον, καὶ ὥσπερ ἐξιστάμενος, οἷός ἐστι τὸν νοῦν, τοιοῦτος ὕστερον καὶ τῇ φαντασίᾳ μέλας αὐτῷ φαίνεται παῖς· καὶ ὥσπερ ὑποπίπτων, οὐκέτι μὲν λογισμοῖς ἐπέβαι νεν (ἐκβέβλητο γὰρ ὁ δόλιος), λοιπὸν δὲ ἀνθρω πίνῃ χρώμενος φωνῇ, ἔλεγε· Πολλοὺς μὲν ἠπάτησα, καὶ πλείστους κατέβαλον· νῦν δὲ, ὡς ἐπὶ πολλοῖς καὶ ἐπὶ σοὶ καὶ τοῖς σοῖς πόνοις προσβαλὼν, ἠσθένησα. Εἶτα τοῦ Ἀντωνίου πυθομένου· Τίς εἶ σὺ ὁ τοιαῦτα λαλῶν παρ' ἐμοί; εὐθὺς ἐκεῖνος οἰκτρὰς ἠφίει φω νάς· Ἐγὼ τῆς πορνείας εἰμὶ φίλος· ἐγὼ τὰ εἰς ταύτην ἔνεδρα, καὶ τοὺς ταύτης
3