Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω μὲν οὖν ἐνήθλει λανθάνουσα τοὺς πολλούς. Ὅτε δὲ οἱ γονεῖς αὐτῆς τέλος ἔσχον τοῦ βίου, ἐπὶ πλεῖον θεοφορηθεῖσα τῷ θείῳ φρονήματι, λαμβάνει καὶ τὴν ἀδελφὴν μεθ' ἑαυτῆς· ἦν γὰρ στε ρηθεῖσα τῶν ὄψεων· καὶ τῶν μὲν πατρῴων οἴκων χωρίζεται· εἰς δέ τινος συγγενοῦς αὐτῆς ἡρωεῖον ἀπ ωκισμένον τῆς πόλεως κατάγεται· καὶ διαπωλήσασα πᾶσαν τὴν καταλειφθεῖσαν αὐτῇ οὐσίαν, καὶ διανεί μασα τοῖς πένησι, προσκαλεσαμένη τινὰ τῶν πρε σβυτέρων, ἀπέτεμεν ἑαυτῆς τοὺς πλοκάμους. Τότε 28.1493 τὴν πᾶσαν κόσμησιν ἀπέθετο· ἔθος γὰρ ταῖς γυναιξὶ κόσμον καλεῖν τὴν τρίχα. Σύμβολον δὲ ἦν τὸ γινόμε νον τοῦ ἀπέριττον καὶ καθαρὰν τὴν ψυχὴν αὐτῆς γεγενῆσθαι. Τότε μὲν οὖν πρῶτον ἠξιώθη τῆς παρ θενικῆς προσηγορίας. Πᾶσαν δὲ τὴν οὐσίαν αὐτῆς τοῖς πτωχοῖς δια νείμασα, ἔλεγε· Μεγάλου μὲν ἠξίωμαι ὀνόματος· Τί δὲ ἀνταποδώσω ἐπάξιον τῷ δωρησαμένῳ, οὐκ ἔχω. Εἰ γὰρ ἐπὶ τῶν ἐκτὸς πραγμάτων, ἕνεκεν ἀξιώματος φθαρτοῦ, πᾶσαν ἑαυτῶν τὴν οὐσίαν ἀποβάλλουσι· πόσῳ μᾶλλον ἐμὲ, τοσαύτης ἀξιωθεῖσαν χάριτος, οὐκ ἄρα ἔδει μετὰ τῶν νομιζομένων ὑπαρχόντων προδοῦναι καὶ τὸ σῶμα; Τί δὲ λέγω κτήματα ἢ σῶμα δοῦ ναι, πάντων αὐτοῦ ὑπαρχόντων; Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. ∆ιὰ τούτων μὲν τῶν λόγων τὴν ταπεινοφροσύνην ἐγκομβωσαμένη, ἡσύ χαζεν. Ἦν μὲν οὖν καὶ ἐν ταῖς πατρικαῖς αὐλαῖς ἱκανῶς προγυμνασθεῖσα τοῖς πόνοις· καὶ ἐν αὐτῇ δὲ τῇ ἀκμῇ τοῦ σταδίου ἀχθεῖσα, προέκοπτε ταῖς ἀρε ταῖς. Ὅσοι μὲν οὖν ἀγυμνάστως καὶ ἀσκέπτως προσ ῆλθον τῷ θείῳ τούτῳ μυστηρίῳ, ἀπέτυχον τοῦ ζη τουμένου, μὴ προθεωρήσαντες τὰ καθ' ἕκαστον· ὥσπερ δὲ οἱ ὁδοιπορεῖν μέλλοντες τῶν ἐφοδίων πρῶ τον φροντίζουσιν, οὕτως καὶ αὕτη, ὥσπερ ἐφοδίοις ἑαυτὴν, τοῖς πάλαι πόνοις εὐτρεπίσασα, ἀδεῶς τὴν ἐπὶ τὰ ἄνω πορείαν ἐποιήσατο· τὰ γὰρ εἰς τὸν ἀπαρτισμὸν τῆς οἰκίας προαποθεμένη, ὀχυρώτατον τὸν ἑαυτῆς ἐξετέλει πύργον. Καὶ τὸ μὲν καθ' ἱστο ρίαν τῶν οἰκημάτων ποίημα ἐκ τῶν ἔξωθεν ὑλῶν κατασκευάζεται· αὕτη δὲ τὸ ἐναντίον πεποίηκεν· οὐ γὰρ τὰς ἔξωθεν ὕλας συνήγαγεν, ἀλλὰ μᾶλλον τὰς ἔσωθεν ἐκένωσε. Τὰ γὰρ χρήματα ἑαυτῆς διαδοῦσα τοῖς πένησι, καὶ καταλιποῦσα ὀργὴν καὶ μνησικακίαν, ἀπωσαμένη δὲ καὶ φθόνον καὶ φιλοδοξίαν, ᾠκοδόμησε τὴν οἰκίαν ἑαυτῆς ἐπὶ τὴν πέτραν, ἧς περιφανὴς ὁ πύργος καὶ ἀχείμαστος ἡ οἰκία. Καὶ τί πολλὰ λέγω; ὑπερέβαινε γὰρ διὰ τῶν ἀρχῶν καὶ τὰς ἐν ἕξει τοῦ μονήρους βίου τυγχανού σας. Ὥσπερ γὰρ τὰ εὐφυέστατα τῶν παιδίων, ἔτι ἐν ταῖς συλλαβαῖς ὄντα, ἁμιλλῶνται τοῖς ἐν ἡλικίᾳ καὶ πλείω χρόνον ἔχουσι παρὰ τοῖς διδασκάλοις· οὕτω καὶ αὕτη, ζέουσα τῷ πνεύματι, παρέτρεχε τὰς λοι πάς. Τὸν μὲν οὖν ἔμπρακτον αὐτῆς καὶ ἀσκητικὸν βίον λέγειν ἀδυνατοῦμεν, ἐπείπερ οὐδὲ συνεχώρει τινὰ τούτου θεατὴν γενέσθαι. Οὐδὲ γὰρ κήρυκας τῶν αὐτῆς ἀνδραγαθημάτων ἤθελεν εἶναι τοὺς παρόντας. Οὐχ οὕτως γὰρ τὸ εὖ πράττειν ἐφρόντιζεν, ὅσον τῆς τούτου φυλακῆς τε καὶ κρυβῆς. Τοῦτο δὲ ἐποίει οὐ φθόνῳ συνεχομένη, ἀλλὰ θείᾳ χάριτι συγκροτουμένη. Τὸ γὰρ Κυριακὸν ἐκεῖνο κατὰ νοῦν ἔφερε ῥῆμα, τὸ λέγον, ὡς Εἴ τι ἐὰν ποιῇ ἡ δεξιά σου, μὴ γνώτω ἡ ἀριστερά σου. Οὕτως μὲν λανθάνουσα ἐξετέλει τὰ πρέποντα τῷ ἐπαγγέλματι. Ἀπὸ δὲ τῆς πρώτης ἡλικίας, καὶ ἕως τῆς ἀκμαστικῆς, οὐ μόνον παντὸς ἀνδρὸς συντυχίαν ἀπ 28.1496 έφευγεν, ἀλλὰ καὶ τὰς ὁμοφύλους τὰ πολλὰ παρῃτεῖτο, δύο τούτων ἕνεκα, ἢ τοῦ μὴ δοξασθῆναι τῇ ὑπερβολῇ τῆς ἀσκήσεως, ἢ τοῦ μὴ ὑποσυρῆναι τῆς ἀρετῆς διὰ τὴν σωματικὴν χρείαν. Οὕτως μὲν οὖν τὰς πρώτας τῆς ψυχῆς ἐπιβο λὰς παρετήρει, μὴ συγχωροῦσα αὐταῖς συγκαθέλκε

3