3
περιτρέ πεται αὐτοῖς τὸ σοφόν. ∆ι' ὧν γὰρ ἐνόμιζον ἐμπο δίζειν τῇ προῤῥήσει, διὰ τούτων ἐφάνησαν ὁδο ποιοῦντες τὴν ἔκβασιν.
Εἰ γὰρ μὴ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον, οὐκ ἂν διὰ σωφροσύνην ταῖς ἐπιβουλαῖς τῆς ἀκολάστου γυναικὸς περιέπεσεν, οὐκ ἂν ἐβλήθη εἰς δεσμωτήριον, οὐκ ἂν ἐγένετο συνήθης τοῖς ὑπηρέταις τοῦ Φαραὼ, οὐδ' ἂν συνέβαλε τὰ ὀνείρατα, ὅθεν τὴν ἀρχὴν ἐδέξατο τῆς Αἰγύπτου, καὶ διὰ τὴν σιτοδείαν ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ πρὸς αὐ τὸν ἐλθόντων προσεκυνήθη. Μετάβα τῷ λόγῳ ἐπὶ τὸν μέγιστον φθόνον, καὶ ἐπὶ μεγίστοις συστάντα, ὃς ἐκ τῆς Ἰουδαίων μανίας κατὰ τοῦ Σωτῆρος ἐγέ νετο. ∆ιὰ τί ἐφθονεῖτο; ∆ιὰ τὰ θαύματα. Τίνες δὲ ἦσαν αἱ θαυματοποιίαι; Σωτηρία τῶν δεομένων· ἐτρέφοντο οἱ πεινῶντες, καὶ ὁ τρέφων ἐπολεμεῖτο· ἠγείροντο οἱ νεκροὶ, καὶ ὁ ζωοποιῶν ἐβασκαίνετο· δαίμονες ἀπηλαύνοντο, καὶ ὁ ἐπιτάσσων ἐπεβου λεύετο· λεπροὶ ἐκαθαρίζοντο, καὶ χωλοὶ περιεπά τουν, κωφοὶ ἤκουον, καὶ τυφλοὶ ἀνέβλεπον, καὶ ὁ εὐεργέτης ἐφυγαδεύετο. Καὶ τὸ τελευταῖον θανάτῳ παρέδωκαν τὸν τὴν ζωὴν χαρισάμενον, καὶ ἐμαστί γουν τὸν ἐλευθερωτὴν τῶν ἀνθρώπων, καὶ κατεδίκα ζον τὸν κριτὴν τοῦ κόσμου. Οὕτω μέχρι πάντων διεξῆλθε τὰ τοῦ φθόνου κακά. Καὶ ἑνὶ τούτῳ ὅπλῳ ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου μέχρι συν τελείας αἰῶνος πάντας τιτρώσκει καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος, ὁ χαίρων ἡμῶν τῇ ἀπωλείᾳ, ὁ καταπεσὼν διὰ τοῦ φθόνου, καὶ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ἴσου πάθους συγκαταβάλλων. Σοφὸς ἄρα ἦν ὁ τῷ βασκάνῳ ἀνδρὶ μηδὲ συνδειπνεῖν ἐπιτρέπων· ἀπὸ τῆς ἐν τῷ δείπνῳ συνουσίας περὶ πάσης ὁμοῦ τῆς κατὰ τὸν βίον κοινωνίας διαλεγόμε νος. Ὥσπερ γὰρ τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς ἡμῖν ὅτι ποῤῥωτάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω 31.380 χρὴ, καθ' ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυ τοὺς ποιοῦντας. Οὐδὲ γὰρ ἄλλως δυνατὸν συμπλακῆ ναι τῷ φθόνῳ, μὴ δι' οἰκειότητος αὐτῷ προσεγγί σαντα. Ἐπείπερ κατὰ τὸν Σολομῶντος λόγον, Τῷ ἀνδρὶ ὁ ζῆλος παρὰ τοῦ ἑταίρου αὐτοῦ. Καὶ γὰρ οὕτως ἔχει.
Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύ θης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος· καὶ ἐν τῷ ὁμοεθνεῖ μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συν ηθεστάτοις· καὶ τῶν συνήθων τοῖς γείτοσι καὶ ὁμοτέ χνοις, καὶ τοῖς ἄλλως οἰκείοις· κἀν τούτοις πά λιν, ἡλικιώταις καὶ συγγενέσι καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Ἐκεῖνό γε μὴν κἂν ἐπαινέσειέ τις τοῦ κακοῦ, ὅτι ὅσῳπερ ἂν σφοδρότερος κινηθῇ, τοσούτῳ χαλεπώτερός ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ τῶν βελῶν τὰ βιαίως φερό μενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον ἐπανέρχεται· οὕτω καὶ τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινό μενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς γὰρ λυπούμενος ἠλάττωσέ ποτε τὰ τοῦ πλησίον καλά; Ἑαυτὸν μέντοι προσανάλωσε ταῖς λύπαις κα τατηκόμενος. Ἤδη δὲ καὶ τῶν ἰοβόλων αὐτῶν ὀλε θριώτεροι εἶναι οἱ νοσοῦντες τὴν βασκανίαν ὑπονε νόηνται· εἴπερ τὰ μὲν διὰ πληγῆς ἐνίησι τὸν ἰὸν, καὶ κατὰ μικρὸν σηπεδόσι τὸ δηχθὲν ἐπινέμεται· τοὺς δὲ φθονερούς τινες οἴονται καὶ δι' ὀφθαλμῶν μόνων τὴν βλάβην ἐπιβάλλειν· ὥστε τὰ εὐ εκτικὰ σώματα, καὶ ἐκ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς εἰς τὴν ἄκραν ὥραν ὑπερανθήσαντα, τήκεσθαι παρ' αὐτῶν καταβασκαινόμενα, καὶ ὅλον ἀθρόως συναναι ρεῖσθαι τὸν ὄγκον, οἷον ῥεύματός τινος ὀλε θρίου ἐκ τῶν φθονερῶν ὀφθαλμῶν ἀποῤῥέοντος, καὶ λυμαινομένου καὶ διαφθείροντος. Ἐγὼ δὲ τοῦτον μὲν τὸν λόγον ἀποπέμπομαι, ὡς δημώδη καὶ τῇ γυ ναικωνίτιδι παρεισαχθέντα ὑπὸ γραϊδίων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς τὸ ἴδιον ἀποκέχρηνται βούλημα· ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήματος. Εἶτα οὐ