1

 2

 3

 4

3

μισθίοις· ἢ δι' αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες, ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κα ηξιώθημεν, καί ἐσμεν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει.

Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώμενος, τὰ μὲν ποιή σει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκδίκησιν ὁμοίως ἑαυτῷ φοβερὰν ὑπολήψεται. Καὶ διὰ τοῦτο μακαρίζεται μὲν ὁ πάντα καταπτήσσων δι' εὐλάβειαν· στήκει δὲ ἑδραῖος ἐν τῇ ἀληθείᾳ, δυνάμενος εἰπεῖν· Προωρώ μην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὡς οὐδὲν αἱ ρούμενος παριδεῖν τῶν δεόντων· καὶ, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. ∆ιὰ τί; Ὅτι Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Οὐ τοίνυν ἐστὶ τῶν φοβουμένων τὸ παριέναι τι τῶν ἐντεταλμέ νων, ἢ ἀμελῶς ποιεῖν· ἀλλ' οὐδὲ ὁ μισθωτὸς παρα βῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας τοῦ ἀμπελῶνος, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ ἐὰν ἕν τι ἐλλείπῃ τῶν ἀναγκαίων, ἄχρηστον αὐτὸν τῷ κεκτημένῳ κατέστησε.

Τίς οὖν ἔτι τῆς βλάβης μισθὸν ὑποτελέσει τῷ ἀδικήσαντι; Τρίτον ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς, σκοπὸν 31.897 ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐτὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρήσεται; Πολὺ δὲ πλέον, καὶ τοῦ Ἀποστόλου μεμνημένος, εἰπόντος· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε. Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαίνοντες ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς μεγάλα ἐπαγγελλομένῳ πειθόμενοι, μήτε ὡς ∆εσπότῃ δουλεύοντες. Εἰ γὰρ Πατήρ εἰμι, φησὶν, ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; Ὁ μὲν γὰρ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· διὰ δὲ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν, φησὶν, ἀτιμάζεις. Πῶς οὖν, τὸν καθ' ἡδονὴν βίον τοῦ κατ' ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ' ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα; Νηπίας ὄντως φρενὸς τὰ τοιαῦτα φαντάσματα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετὰ εὐχαριστίας δεξάμενος; Πῶς μετὰ τοῦ ∆αβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς;

Πῶς μετὰ τοῦ ∆ανιὴλ, ὁ μὴ μετ' ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλοπόνου τὸν Θεὸν ἐκζητήσας; Πῶς μεθ' ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν καὶ τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξίσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. ∆ικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀντίδοσις, καθὼς γέγραπται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων, ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ, φησὶν, ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. ∆ιὸ λέγει· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ἐμάθομεν ἐπὶ τίνας τὸ ἔλεος· Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς πῶς κεκριμένως κέχρηται τῷ ἐλέῳ; οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων. Ἐλεήμων γὰρ ὁ Κύριος, καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Θεὸν γνωρίζωμεν, μηδὲ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν. ∆ιὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, 31.900 καὶ τὸ πῦρ βρέχει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας· ἢ δι' ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας