ἐμπνέῃ, ὃ δὲ χωρήσῃ τὸν 1.5.4 κύριον. Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ εἰδώλων, πολλοῦ γε ἔδει ὑμνεῖν αὐτὸν τοὺς δαίμονας ἀληθεῖ πρὸς αὐτοῦ διωκομένους μουσικῇ, ᾗ τοῦ Σαοὺλ ἐνεργουμένου ἐκεῖνος ᾄδων μόνον αὐτὸν ἰάσατο. Καλὸν ὁ κύριος ὄργανον ἔμπνουν τὸν ἄνθρωπον ἐξειργάσατο κατ' εἰκόνα τὴν ἑαυτοῦ· ἀμέλει καὶ αὐτὸς ὄργανόν ἐστι τοῦ θεοῦ παναρμόνιον, ἐμμελὲς καὶ ἅγιον, σοφία ὑπερκόσμιος, οὐράνιος λόγος. 1.6.1 Τί δὴ οὖν τὸ ὄργανον, ὁ τοῦ θεοῦ λόγος, ὁ κύριος, καὶ τὸ ᾆσμα τὸ καινὸν βούλεται; Ὀφθαλμοὺς ἀναπετάσαι τυφλῶν καὶ ὦτα ἀνοῖξαι κωφῶν καὶ σκάζοντας τὼ πόδε ἢ πλανωμένους εἰς δικαιοσύνην χειραγωγῆσαι, θεὸν ἀνθρώποις ἀφραίνουσιν ἐπιδεῖξαι, παῦσαι φθοράν, νικῆσαι θάνατον, 1.6.2 υἱοὺς ἀπειθεῖς διαλλάξαι πατρί. Φιλάνθρωπον τὸ ὄργανον τοῦ θεοῦ· ὁ κύριος ἐλεεῖ, παιδεύει, προτρέπει, νουθετεῖ, σῴζει, φυλάττει καὶ μισθὸν ἡμῖν τῆς μαθήσεως ἐκ περιου σίας βασιλείαν οὐρανῶν ἐπαγγέλλεται, τοῦτο μόνον ἀπο λαύων ἡμῶν, ὃ σῳζόμεθα. Κακία μὲν γὰρ τὴν ἀνθρώπων ἐπιβόσκεται φθοράν, ἡ δὲ ἀλήθεια, ὥσπερ ἡ μέλιττα λυμαι νομένη τῶν ὄντων οὐδέν, ἐπὶ μόνης τῆς ἀνθρώπων ἀγάλλεται 1.6.3 σωτηρίας. Ἔχεις οὖν τὴν ἐπαγγελίαν, ἔχεις τὴν φιλανθρω πίαν· τῆς χάριτος μεταλάμβανε. Καί μου τὸ ᾆσμα τὸ σωτήριον μὴ καινὸν οὕτως ὑπολάβῃς ὡς σκεῦος ἢ ὡς οἰκίαν· "πρὸ ἑωσφόρου" γὰρ ἦν, καὶ "ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος". 1.6.4 Παλαιὰ δὲ ἡ πλάνη, καινὸν δὲ ἡ ἀλήθεια φαίνεται. Εἴτ' οὖν ἀρχαίους τοὺς Φρύγας διδάσκουσιν αἶγες μυθικαί, εἴτε αὖ τοὺς Ἀρκάδας οἱ προσελήνους ἀναγράφοντες ποιηταί, εἴτε μὴν αὖ τοὺς Αἰγυπτίους οἱ καὶ πρώτην ταύτην ἀναφῆναι τὴν γῆν θεούς τε καὶ ἀνθρώπους ὀνειρώσσοντες· ἀλλ' οὐ πρό γε τοῦ κόσμου τοῦδε τούτων οὐδὲ εἷς, πρὸ δὲ τῆς τοῦ κόσμου καταβολῆς ἡμεῖς, οἱ τῷ δεῖν ἔσεσθαι ἐν αὐτῷ πρότερον γεγεννημένοι τῷ θεῷ, τοῦ θεοῦ λόγου τὰ λογικὰ πλάσματα ἡμεῖς, δι' ὃν ἀρχαΐζομεν, ὅτι "ἐν ἀρχῇ ὁ λόγος 1.6.5 ἦν." Ἀλλ' ὅτι μὲν ἦν ὁ λόγος ἄνωθεν, ἀρχὴ θεία τῶν πάντων ἦν τε καὶ ἔστιν· ὅτι δὲ νῦν ὄνομα ἔλαβεν τὸ πάλαι καθωσιωμένον, δυνάμεως ἄξιον, ὁ Χριστός, καινὸν ᾆσμά 1.7.1 μοι κέκληται. Αἴτιος γοῦν ὁ λόγος, ὁ Χριστός, καὶ τοῦ εἶναι πάλαι ἡμᾶς (ἦν γὰρ ἐν θεῷ), καὶ τοῦ εὖ εἶναι (νῦν δὴ ἐπεφάνη ἀνθρώποις)-αὐτὸς οὗτος ὁ λόγος, ὁ μόνος ἄμφω, θεός τε καὶ ἄνθρωπος, ἁπάντων ἡμῖν αἴτιος ἀγαθῶν· παρ' οὗ τὸ εὖ ζῆν ἐκδιδασκόμενοι εἰς ἀίδιον ζωὴν παραπεμπόμεθα. 1.7.2 Κατὰ γὰρ τὸν θεσπέσιον ἐκεῖνον τοῦ κυρίου ἀπόστολον "ἡ χάρις ἡ τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις ἐπεφάνη, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ 1.7.3 σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ." Τοῦτό ἐστι τὸ ᾆσμα τὸ καινόν, ἡ ἐπιφάνεια ἡ νῦν ἐκλάμψασα ἐν ἡμῖν τοῦ ἐν ἀρχῇ ὄντος καὶ προόντος λόγου· ἐπεφάνη δὲ ἔναγχος ὁ προὼν σωτήρ, ἐπεφάνη ὁ ἐν τῷ ὄντι ὤν, ὅτι "ὁ λόγος ἦν πρὸς τὸν θεόν," διδάσκαλος, ἐπεφάνη ᾧ τὰ πάντα δεδημιούργηται λόγος· καὶ τὸ ζῆν ἐν ἀρχῇ μετὰ τοῦ πλάσαι παρασχὼν ὡς δημιουργός, τὸ εὖ ζῆν ἐδίδαξεν ἐπιφανεὶς ὡς διδάσκαλος, 1.7.4 ἵνα τὸ ἀεὶ ζῆν ὕστερον ὡς θεὸς χορηγήσῃ. Ὃ δὲ οὐ νῦν γε πρῶτον ᾤκτειρεν ἡμᾶς τῆς πλάνης, ἀλλ' ἄνωθεν ἀρχῆθεν, νῦν δὲ ἤδη ἀπολλυμένους ἐπιφανεὶς περισέσωκεν. Τὸ γὰρ πονηρὸν καὶ ἑρπηστικὸν θηρίον γοητεῦον καταδουλοῦται καὶ αἰκίζεται εἰσέτι νῦν τοὺς ἀνθρώπους, ἐμοὶ δοκεῖν, βαρβα ρικῶς τιμωρούμενον, οἳ νεκροῖς τοὺς αἰχμαλώτους συνδεῖν 1.7.5 λέγονται σώμασιν, ἔστ' ἂν αὐτοῖς καὶ συσσαπῶσιν. Ὁ γοῦν πονηρὸς οὑτοσὶ τύραννος καὶ δράκων, οὓς ἂν οἷός τε εἴη ἐκ γενετῆς σφετερίσασθαι, λίθοις καὶ ξύλοις