1

 2

 3

 4

 5

3

αὐτὴ μὲν ἔκβλητος ἔσται, ὑμεῖς δὲ δίκην δώσετε, μήπως παρὰ τὴν ὑμετέραν ἀμέλειαν γέγονεν ἡ ἁμαρτία. διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε· λίαν γὰρ παρὰ τῷ θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλά, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται· πλὴν πρώτη μοιχεία ἐστὶν τὸ ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ καὶ γυναῖκα μὴ ἰδίῳ μόνῳ χρήσασθαι ἀνδρί. ἐὰν σώφρων ᾖ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται. ὡς δὲ ἡ μοιχεία μέγα κακόν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν. διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς, τοῖς ἀκμαίοις τοὺς γάμους καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσεις τῆς ἀναγκαίας τροφῆς, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος. οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, ἡ κοινὴ τῶν ἁλῶν μετάληψις. διὸ σπουδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε· αἰτία γάρ ἐστιν τῆς εὐποιίας, ἡ δὲ εὐποιία τῆς σωτηρίας. κοινοὺς οὖν πάντες πᾶσιν τοῖς κατὰ θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε. πολλῷ μᾶλλον πεινῶντας τρέφετε καὶ διψῶσι παρέχετε ποτόν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθεῖτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε. πλὴν ἵνα μὴ τὸ κατ' εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σóζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν. οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν μὴ κρινέσθωσαν, ἀλλ' ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεο- νεξίαν οὕτως φεύγετε ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην. ζυγά, μέτρα, σταθμία, τὰ τῶν τόπων δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παρακαταθήκας εὐγνωμονεῖτε.

Πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομενεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ πεπληροφορημένος ὅτι ἐκ θεοῦ δικαίου, τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ, ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρίσθη κρίσις, ἵνα οἱ ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀπορρήτων ἀγαθῶν ἀιδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀπορρήτου κολάσεως τεύξωνται τὸν αἰῶνα; καὶ ταῦτα μὲν οὕτως ἔχειν, εἰ μὴ ὁ τῆς ἀληθείας προφήτης ἐνόρκως εἰρήκει ἔσεσθαι, τάχα ἂν εὔλογον ἦν ἀμφιβάλλειν. διὸ προφήτου ἀληθοῦς ὄντες μαθηταί, ἀποθέμενοι τὴν διχόνοιαν, ἐξ ἧς γίνεται ἡ κακοπραξία, προθύμως τὸ εὖ ποιεῖν ἀναδέξασθε. εἰ δὲ περὶ τῶν εἰρημένων ἔσεσθαι ἀμφιβάλλει τις ὑμῶν, μὴ αἰδεσθεὶς ὁμολογείτω, εἴπερ τῆς αὑτοῦ φροντίζει ψυχῆς, καὶ ὑπὸ τοῦ προεστῶτος πληροφορηθήσεται. εἰ δ' ὀρθῶς πεπίστευκεν, θαρρῶν πολιτευέσθω ὡς μέγα καταδίκης πῦρ φεύγων καὶ εἰς ἀιδίαν ἀγαθὴν θεοῦ βασιλείαν εἰσερχόμενος.

Oἱ μὲν οὖν τῆς ἐκκλησίας διάκονοι τοῦ ἐπισκόπου συνετῶς ·εμβόμενοι ἔστωσαν ὀφθαλμοί, ἑκάστου τῆς ἐκκλησίας πολυπραγμονοῦντες τὰς πράξεις, τίς μέλλει ἁμαρτάνειν, ἵνα νουθεσίᾳ καταληφθεὶς ὑπὸ τοῦ προκαθεζομένου τάχα οὐ μὴ τελέσῃ τὸ ἁμάρτημα· τοὺς λειποτάκτας ἐπιστρεφέτωσαν, τοῦ μὴ ἐπιλείπειν τοὺς συνερχομένους τῶν λόγων ἐπακούειν, ὅπως τὰς ἑκάστοτε τῇ καρδίᾳ προσπιπτούσας ἀθυμίας ἔκ τε βιωτικῶν συνπτώσεων καὶ ὁ μιλιῶν κακῶν λόγῳ ἀληθείας καθαίρεσθαι δύνωνται· ἐπεὶ γὰρ ἂν χρόνῳ πολλῷ χερσεύσωσιν, πυρὸς ἔργον γίνονται. τοὺς δὲ καὶ κατὰ σάρκα νοσοῦντας μανθανέτωσαν καὶ τῷ ἀγνοοῦντι