3
καταρωμένους ὑμᾶς.» Ἀδικούμενοι μὴ ἀνταδικήσητε, ἀλλ' ὑπομείνατε, ὅτι λέγει ἡ γραφή· «Μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν μου ἅ με ἠδίκησεν, ἀλλ' ὑπόμεινον, ἵνα σοι βοηθήσῃ ὁ Κύριος καὶ ἐκδικίαν ἐπαγάγῃ τῷ ἀδικοῦντί σε.» Καὶ γὰρ πάλιν ἐν τῷ Eὐαγγελίῳ λέγει· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων· καὶ ἔσεσθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Προσέχωμεν οὖν, ἀγαπητοί, ταῖς ἐντολαῖς ταύταις, ἵνα τέκνα φωτὸς εὑρεθῶμεν πράσ σοντες αὐτάς. Βαστάξετε οὖν, οἱ δοῦλοι καὶ υἱοὶ τοῦ Θεοῦ, ἀλλήλους. Ὁ μὲν ἀνὴρ τὴν γυναῖκα, μὴ ὑπερήφανος μηδὲ ἀλαζών, ἀλλ' εὔσπλαγχνος, εὐμετάδοτος, τῇ ἰδίᾳ γυναικὶ μόνον βουλόμενος ἀρέσκειν καὶ ταύτην κολακεύειν ἐντίμως, σπουδάζων καταθύμιος εἶναι αὐτῇ, μὴ καλλωπι ζόμενος εἰς τὸ ἀγρευθῆναί τινα ἑτέραν ἐπὶ σοί. Eἴτε γὰρ ἀναγκασθεὶς ὑπ' αὐτῆς ἁμαρτήσεις εἰς αὐτήν, θάνατος παρὰ Θεοῦ ἐπελεύσεταί σοι αἰώνιος ἐν αἰσθήσει πικρῶς κολαζομένῳ. Eἴτε μὴ ποιήσεις τὸ μύσος, ἀλλ' ἀποσει σάμενος αὐτὴν ἀρνήσῃ αὐτό, καὶ τοῦτο ἥμαρτες, εἰ καὶ μὴ ἐπ' ἴσης, μόνον δὲ τὸ διὰ τοῦ καλλωπισμοῦ σου παγιδεῦσαι γυναῖκα εἰς τὸ ἐπιθυμῆσαί σου· ἐποίησας γὰρ τὴν τοῦτο παθοῦσαν διὰ τῆς ὀρέξεως μοιχευθῆναι ἐπὶ σοί. Ἀλλ' οὐχ οὕτως αἴτιος ὑπάρχεις διὰ τὸ μὴ προσαποστεῖλαί σε τῇ ἐπὶ σὲ πεπαγιδευμένῃ· οὐ γὰρ σὺ ἐπεθύμησας αὐτῆς· μὴ συνεπιδιδοὺς δὲ αὐτῇ ἑαυτὸν ἐλεηθήσῃ ὑπὸ Κυρίου τοῦ Θεοῦ τοῦ εἰπόντος· «Oὐ μοιχεύσεις», καὶ «Oὐκ ἐπι θυμήσεις». Eἰ γὰρ ἐκείνη θεασαμένη σε ἢ ἀκαίρως σοι συναντή σασα ἐπλήγη τὴν διάνοιαν καὶ προσέπεμψέν σοι, σὺ δὲ ὡς θεοσεβὴς ἠρνήσω αὐτὴν ἀπέσχου τε καὶ οὐχ ἥμαρτες εἰς αὐτήν, ἐκείνη μέντοι τὴν καρδίαν ἐτραυματίσθη, εὐμόρφου νεωτέρου ὑπάρχοντός σου καὶ κεκαλλωπισμένου, ὥστε ἐρασθῆναί σου, ἔνοχος εὑρίσκῃ σὺ τοῦ ἐκείνης παραπτώμα τος, ὡς αἴτιος αὐτῇ σκανδάλου γενόμενος καὶ τοῦ οὐαὶ κληρονόμος. ∆ιὸ δεήθητι Κυρίου τοῦ Θεοῦ, ὅπως μηδέν σοι διὰ τούτου κακὸν στηριχθῇ. Oὐ γὰρ ἀνθρώποις σε χρὴ ἀρέσκειν εἰς ἁμαρτίαν, ἀλλὰ Θεῷ εἰς ὁσιότητα, ζωῆς τε καὶ ἀναπαύσεως τῆς αἰωνίου ἀντέχεσθαι. Τὸ ὑπὸ τῆς φύσεώς σοι δεδομένον ἐκ Θεοῦ κάλλος μὴ προσεπικαλλώπιζε, ἀλλὰ ταπεινοφρόνως μετρίασον αὐτὸ