βασιλείᾳ τοῦ πατρὸς κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ZU LK 9, 32φ Οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ· ἐπλήρου γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα. εἶτα διαγρηγορήσαντες θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβάς, σκηνὰς δὲ δεῖν τρεῖς γενέσθαι φησί· Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωυσεῖ καὶ Ἠλίᾳ. ἀλλ' οὐκ ᾔδει, φησίν, ὃ λέγει· οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦς αἰῶνος, οὔτε μὴν τοῦ χρῆναι λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. ὡς γὰρ ὁ Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, Χριστὸς δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης ἀποφοιτήσαντα τοῦ παθεῖν ἐθέλειν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπ' οὐρανὸν καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. ZU LK 9, 35 Οὐκοῦν πρὸς τῇ ἀπορρήτῳ καὶ παραδόξῳ θέᾳ τῆς δόξης Χριστοῦ πέπρακταί τι καὶ ἕτερον χρήσιμόν τε καὶ ἀναγκαῖον 82 εἰς βεβαίωσιν τῆς ἐπ' αὐτῷ πίστεως καὶ οὐχὶ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς. ἐκ νεφέλης γὰρ ἄνωθεν ὡς ἐκ τοῦ θεοῦ καὶ πατρὸς κατεδόθη φωνὴ λέγοντος· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ὁ ἐκλελεγμένος. ZU LK 9, 36 Καὶ ἐν τῷ γενέσθαι, φησί, τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. ἑστῶτος Μωυσέως καὶ Ἠλίου αὐτοῦ μᾶλλον ἀκούειν αὐτοὺς ἐπιτάττει. ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων ὅτι Μωυσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν ὁ πατὴρ καὶ οὐ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, ἀναγκαίως ὁ εὐαγγελιστὴς ἐπεσημήνατο λέγων ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. αὐτοῦ τοιγαροῦν ἀκούειν προστέταχε· καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου καὶ προφητῶν. διὰ τοῦτο καὶ τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων· Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. ZU LK 9, 37-40 Ἀκηκόαμεν ὅτι προσδεδράμηκέ τις Χριστῷ τῶν ἀπὸ τοῦ πλήθους παιδὸς ἀρρωστίαν οὐ φορητὴν ἐξηγούμενος· ἔφη γὰρ σπαράσσεσθαι μὲν αὐτὸν ἀγρίως ὑπὸ πνεύματος πονηροῦ, παγχάλεπον δὲ τὴν συντριβὴν ὑπομένειν. πλὴν οὐκ ἀμώμητον ἐποιεῖτο τὴν πρόσοδον· κατεβόησε γὰρ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων, μὴ ἰσχῦσαι λέγων αὐτοὺς ἐπιτιμῆσαι τῷ δαίμονι. ἀλλ' ἦν ἄμεινον τιμῶντα μᾶλλον τὸν Ἰησοῦν τὴν ἐπικουρίαν αἰτεῖν καὶ τὴν παρ' αὐτοῦ ζητῆσαι χάριν. κατανεύει γὰρ τιμώμενος καὶ πιστευόμενος πρὸς ἡμῶν, ὅτι 83 πάντα δύναται καὶ πρὸς οὐδὲν ὅλως ἀσθενεῖ καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων κύριος καὶ πᾶν εἴ τί πέρ ἐστιν ὅλως δυνάμεως δεκτικόν, τοῦτο πάντως ἔχει παρ' αὐτοῦ τὸ εἶναι ὅ ἐστιν , ὅταν δὲ ἀπιστῶμεν, ὑβρίζομεν αὐτοῦ τὴν δόξαν, ληψόμεθα δὲ παρ' αὐτοῦ παντελῶς οὐδέν· προσεκόμισα γὰρ αὐτόν, φησί, τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. καίτοι διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ' αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι πλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ. ταύτης ἕνεκα τῆς αἰτίας κατεβόησε δικαίως αὐτοῦ Χριστός. καὶ εἰ βούλει, ἄκουε τοῦ εὐαγγελιστοῦ λέγοντος· ZU LK 9, 41 Ἄπιστον γενεὰν ἐκεῖνόν που πάντως καὶ τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει καὶ διεστραμμένον καὶ κατ' οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμα τὸ ἱερόν· Ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. φεύγει τὴν νόσον ὁ μακάριος ∆αβὶδ λέγων· Οὐκ ἐκολλήθη μοι καρδία σκαμβὴ τουτέστι τὴν εἰς εὐθὺ τρίβον βαδίσαι μὴ