Ἰησοῦς. Τί πρὸς ταῦτά φησι σκληροτράχηλος Ἰουδαῖος, ὁ δυσάγωγος, καὶ ἀπειθὴς, καὶ ἀνουθέτητον ἔχων τὴν καρδίαν; Ἰδοὺ παρόντος Μωσέως ὁ Πατὴρ ἐντέλλεται τοῖς ἁγίοις ἀποστόλοις, ἀκούειν αὐτοῦ. Ἀλλ' εἴπερ θέλῃ ταῖς Μωσέως ἀκολουθεῖν αὐτοὺς ἐντολαῖς, ἔφη ἂν, ὅτι Πείθεσθε τῷ Μωσῇ, τηρεῖτε τὸν 77.1016 νόμον. Νυνὶ δὲ οὐδὲ τοῦτό φησιν ὁ Θεὸς, καὶ Πατήρ· ἀλλ' ἑστῶτος Μωσέως, καὶ τοῦ προφήτου αὐτοῦ Ἠλία, αὐτοῦ μᾶλλον αὐτοὺς ἐπιτάττει ἀκούειν. Ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων, ὅτι Μωσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν ὁ Πατὴρ, καὶ οὐ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἀναγκαίως γοῦν ὁ εὐαγγελιστὴς ἐπεσημήνατο λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος.
Οὐκοῦν ὅτε τοῖς ἁγίοις ἀποστόλοις ὁ Θεὸς καὶ Πατὴρ, ὡς ἐκ νεφελῶν ἄνωθεν ἐνετέλλετο λέγων· Ἀκούετε αὐτοῦ· Μωσῆς μὲν ἀπῆν, Ἠλίας δὲ οὐ παρῆν, μόνος δὲ ἦν ὁ Χριστός. Αὐτοῦ τοιγαροῦν ἀκούειν προστέταχε. Καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου, καὶ προφητῶν. ∆ιὰ τοῦτο καὶ τοῖς τῶν Ἰουδαίων δήμοις προσεφώνησε λέγων· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Ἐπειδὴ δὲ τὴν διὰ τοῦ πανσόφου Μωσέως ἀτιμάζοντες ἐντολὴν, καὶ τὸν διὰ τῶν ἁγίων προφητῶν ἀθετοῦντες λόγον μέχρι παντὸς μεμενήκασι, δικαίως ἀπηλλοτριώθησαν, καὶ τῶν τοῖς πατράσιν αὐτοῖς ἐπηγγελμένων ἐξώσθησαν ἀγαθῶν.
Ὑπακοὴ γὰρ ὑπὲρ θυσίαν ἀγαθὴ, καὶ ἡ ἐπακρόασις, ὑπὲρ στέαρ ἀρνῶν, καθὼς γέγραπται. Καὶ τὰ μὲν τῶν Ἰουδαίων ἐν τούτοις· ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, πάντα πάντως ὑπάρξει ἀγαθὰ δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ τοῦ Χριστοῦ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα καὶ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.