ουτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς ειπωμεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα· Ουτοι ἐν αρμασι, καὶ ουτοι ἐν ιπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς τὰς ἐξουσίας τοῦ κόσμου, η πρὸς αὐτὸν τὸν εὐσεβέστατον βασιλέα ἐχρῆν τί με λαλῆσαι, οὐ μὴ αἰσχυνθήσομαι, οὐδὲ δειλανδρήσω, εχων τὸν προφήτην ∆αβὶδ παραινοῦντά μοι συνεχῶς καὶ λέγοντα· ̓Ελάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
Τίς ηκουσεν τοιαῦτα φρικτὰ καὶ φοβερὰ πράγματα; Τὸν ὑπὸ προφητῶν καὶ ἀποστόλων ἡμῖν κηρυττόμενον Χριστὸν καὶ Θεὸν Λόγον, νῦν εἰς ανθρωπον μεταμορφούμενον, καὶ τὴν Θεοτόκον ἀνθρωποτόκον λεγομένην! Μή μοι λοιπόν τις λεγέτω τὴν τῶν ἀχαρίστων καὶ μιαρῶν ̓Ιουδαίων ἀπότομον τόλμαν, ην κατὰ Χριστοῦ ἐτόλμησαν οἱ ἀγνώμονες τότε. Τίς γὰρ νῦν παῤῥησίαν εδωκεν; ̔Ο βλασφημήσας τὸ λόγιον τοῦ Θεοῦ λέγων, οτιΑνθρωπον ἐσταυρώσατε.Ετι δὲ καὶ πλάνην ̔Ελλήνων, καὶ κνίσσας ἀνόμους καὶ θυσίας παρανόμους λίθοις προσφερομένας, ἀλλὰ καὶ τοῦτο ἀγνωμοσύνης τὸ ἐπιτήδευμα, μήτε τὴν πικρὰν νόσον ̓Αρείου, καὶ τὴν μιαρωτάτην βλασφημίαν τῶν Μανιχαίων, καὶ λοιμικὸν ἐπιτήδευμα Σαβελλίου τε καὶ Πορφυρίου καὶ Φωτεινοῦ τοῦ κακόφρονος, εἰς ον ἐγκύψας καὶ ουτος ἐβλασφήμησεν· οιμοι! πάντας ὑπερέβαλεν ἡ τούτων κακία, καὶ πεπλήρωται εἰς αὐτὸν τὸ τοῦ ὑπερηφάνου ἐκείνου κεφάλαιον τοῦ λέγοντος· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· ῳ δὲ ἐῤῥέθη·Αφρων, ταύτῃ τῇ νυκτὶ οἱ αγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· α δὲ ἡτοίμασας, τίνι εσται;Οσον γὰρ ἀνηνέχθης εἰς υψος μίασμα ὑπάρχων καὶ αἰσχρογενὴς, τοσοῦτον πάλιν κατηνέχθης εἰς 77.1037 βάραθρον βλασφημίας ἐμπεσὼν, ον οὐκ επεισε Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τέττιξ ὁ ἐκκλησιαστικὸς, τὸ εὐαγγελικὸν καὶ ἐπουράνιον θυμίαμα, ἡ μυρότοκος πηγὴ, ὁ ἐπιστολοφόρος καὶ ἐπιστολογράφος, ὁ πηρωθεὶς ἐν τῇ ὁδῷ καὶ ἀναβλέψας διόλου πρὸς τὸ υψος τοῦ οὐρανοῦ τῇ θεογνωσίᾳ, ον ὀπτασία Χριστοῦ ἐπ' οψιν εῤῥιψεν, καὶ θεογνωσία πάλιν πρὸς πίστιν ὡδήγησεν, ος τὴν οἰκουμένην ἐστήριξεν πιστεύειν εἰς ὁμοούσιον Τριάδα, εἰς ενα Κύριον, μίαν πίστιν, εν βάπτισμα, ενα Πατέρα, ενα Υἱὸν, εν Πνεῦμα αγιον, ἀδιάστατον οὐσίαν, ἀπεριέργαστον, ἀκατάληπτον θεότητα, Θεὸν ἐκ Θεοῦ τὸν Κύριον, φῶς ἐκ φωτὸς, ἀπαύγασμα δόξης, ἐκ Παρθένου Μαρίας γεννηθέντα, κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνὴν λέγοντος· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ πάλιν ὁ αὐτός· Πνεῦμα αγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ̔Υψίστου ἐπισκιάσει σοι. ∆ιὸ καὶ τὸ γεννώμενον αγιον, κληθήσεται Υἱὸς Θεοῦ ζῶντος. Οὐ μόνον δὲ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ, ἀλλὰ καὶ διὰ τοῦ μακαρίου ∆αβὶδ ἀκούομεν καθ' ἑκάστην ἡμέραν κελαδοῦντα αὐτὸν ἐν ταῖς ἐκκλησίαις καὶ λέγοντα· Κύριος ειπεν πρός με· Υἱός μου ει σύ· ἐγὼ σήμερον γεγέννηκά σε.
Καὶ ὁ μεγαλόφρων ̔Ησαΐας, υἱὸς ̓Αμῶς τοῦ προφήτου, ὁ ἐκ προφήτου προφήτης, ἐκήρυξε λέγων· ̓Ιδοὺ ἡ Παρθένος ἐν γαστρὶ εξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ονομα αὐτοῦ ̓Εμμανουὴλ, ο ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. ̓Αλλ' οὐ πιστεύεις προφήταις καὶ ἀποστόλοις, καὶ εὐαγγελισταῖς καὶ τῷ ἀρχαγγέλῳ Γαβριήλ; καν τοὺς συνδαίμονάς σου μίμησαι, τοὺς φρίξαντας αὐτοῦ τὴν δύναμιν καὶ φωνήσαντας· Τί ἡμῖν καὶ σοὶ, ̓Ιησοῦ Υἱὲ τοῦ Θεοῦ; ηλθες ωδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Εἰ γὰρ καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐλέγετο ὑπὸ τοῦ δαίμονος τὸ ἀληθὲς πρὸ καιροῦ, ἀλλὰ καὶ νῦν ἐπὶ σὲ εφθακεν.Εδει μὲν ἐλθεῖν τὸν ̓Αντίχριστον· ἀλλὰ ταχέως ἀντ' ἐκείνου παραγέγονας. Ουτε τῷ πλανῶντί σε διαβόλῳ ἐπίθης τῷ λέγοντι· Εἰ Υἱὸς ει τοῦ Θεοῦ, εἰπὲ ινα οἱ λίθοι ουτοι αρτοι γένωνται.Ω πράγματος φοβεροῦ, οὐδὲ ἐκστάσεως γέμοντος! οἱ δαίμονες σὺν τῷ πατρὶ αὐτῶν τῷ διαβόλῳ, Υἱὸν Θεοῦ καλοῦσι τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ ουτος τὸν Υἱὸν Θεοῦ εἰς