καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶναι τὸ ἐγένετο. {Β} Ναί, φασί, καὶ δὴ τὸν οἰκεῖον ἐμπεδοῦσι λόγον, ἐξ αὐτῆς ἑλόντες τῆς θεοπνεύστου Γραφῆς. Εἴρηται γάρ που, φησίν, ἐπὶ μὲν τῆς τοῦ Λὼτ γυναικὸς ὅτι ἐγένετο στήλη ἁλός. Καὶ μὴν καὶ ἐπὶ τῆς Μωϋσέως ῥάβδου ὅτι ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις. Φυσικὴ γὰρ ἐν τούτοις γέγονεν ἡ τροπή. {Α} Οὐκοῦν, ὅταν ψάλλωσί τινες· Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν, καὶ πάλιν· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, τί δὲ φαῖεν ἄν; Ἆρα τὸ εἶναι Θεὸς ἀφεὶς ὁ ὑμνούμενος, μετακεχώρηκεν ἐκ μεταβολῆς εἰς τὸ εἶναι καταφυγή, καὶ μετέστη φυσικῶς πρὸς ἕτερόν τι παρ' ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς; {Β} Καὶ πῶς οὐκ ἀπεοικὸς καὶ ἀνάρμοστον τῷ γε ὄντι 718 κατὰ φύσιν Θεῷ τὸ χρῆμά ἐστιν; Ἄτρεπτος γὰρ ὢν κατὰ φύσιν, μένει που πάντως ὅπερ ἦν καὶ ἔστιν ἀεί, κἂν εἰ λέγοιτό τισι γενέσθαι καταφυγή. {Α} Ἄριστά γε καὶ μάλα ὀρθῶς ἔφης. Οὐκοῦν παρενηνεγμένης εἰς μέσον τῆς Θεοῦ μνήμης, εἰ ὑπό του λέγοιτο τὸ Ἐγένετο, πῶς οὐκ ἀμαθὲς καὶ ἀνόσιον κομιδῇ τροπὴν οἴεσθαι σημαίνειν αὐτό, καὶ οὐχὶ δὴ μᾶλλον καθ' ἕτερόν τινα τρόπον πειρᾶσθαι νοεῖν, καὶ περιτρέπειν ἐμφρόνως εἰς τὸ ὅτι μάλιστα πρέπον τε καὶ ἐοικὸς τῷ ἀτρέπτῳ Θεῷ; {Β} Πῶς δὴ οὖν ἄρα εἰς σάρκα φαμὲν γενέσθαι τὸν Λόγον, τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὡς ἴδιόν τε καὶ οὐσιῶδες καὶ ἐμπεφυκὸς αὐτῷ τηροῦντες ἀεί; {Α} Ὁ πάνσοφος Παῦλος, ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, ὁ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργός, σαφηνιεῖ λέγων· Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καίτοι γὰρ Θεός τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς αὐτοῦ Λόγος, τὸ ἀπαύγασμα τῆς δόξης, καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ γεννήσαντος, γέγονεν ἄνθρωπος, καὶ οὐκ εἰς σάρκα τραπείς, ἢ φυρμόν, ἢ κρᾶσιν, ἤ τι τῶν τοιούτων ἕτερον ὑπομείνας, καθεὶς δὲ μᾶλλον ἑαυτὸν εἰς κένωσιν, καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, αἰσχύνης καταφρονήσας, καὶ τὴν τῆς ἀνθρωπότητος πτωχείαν οὐκ ἀτιμάσας. Ἠθέλησε γάρ, ὡς Θεός, τὴν θανάτῳ καὶ ἁμαρτίᾳ κατεχομένην σάρκα, καὶ θανάτου καὶ ἁμαρτίας ἀποφῆναι κρείττονα, καὶ ἀνακομίσαι πρὸς τὸ ἐν ἀρχαῖς, ἰδίαν αὐτὴν ποιησάμενος, καὶ οὐκ ἄψυχόν γε κατά τινας, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ. Ἰέναι γε μὴν τὴν τῷ πράγματι πρέπουσαν οὐκ ἀπαξιώσας τρίβον, τὴν καθ' ἡμᾶς γέννησιν ὑπομεῖναι λέγεται, μεμενηκὼς ὅπερ ἦν. Γεγέννηται γὰρ παραδόξως κατὰ σάρκα ἐκ γυναικός· οὐ γὰρ ἦν ἑτέρως Θεὸν ὄντα κατὰ φύσιν ἢ ἐν εἴδει τῷ καθ' ἡμᾶς ὀφθῆναι τοῖς ἐπὶ γῆς τὸν ἀναφῆ καὶ ἀσώματον. Πλὴν ἐνανθρωπῆσαι κρίναντα, καὶ ἐν ἑαυτῷ καὶ μόνῳ τοῖς τῆς θεότητος ἀξιώμασιν ἐκπρεπῆ τὴν ἡμῶν ἀποφῆναι φύσιν· ἦν γὰρ ὁ αὐτὸς Θεός τε 719 ὁμοῦ καὶ ἄνθρωπος, καὶ ἐν ὁμοιώματι μὲν ἀνθρώπου, καθὸ μετὰ τούτου καὶ Θεὸς ἦν, σχήματι δὲ ὡς ἄνθρωπος. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ ἐν δούλου μορφῇ ∆εσπότης. Σάρκα γὰρ οὕτω φαμὲν γενέσθαι. Ταύτῃτοι καὶ θεοτόκον εἶναι διαβεβαιούμεθα τὴν ἁγίαν Παρθένον. {Β} Βούλει τοῖς σοῖς ἀντιπαρεξάγοντες λόγοις τὰ παρ' ἐκείνων ἰσχνοτέραν ἀποτελῶμεν τῶν ἐννοιῶν τὴν βάσανον, ἢ παραχωρῶμεν ἁπλῶς λέγοντί σοι τὸ εὖ ἔχειν ὑπειλημμένον; {Α} Ἀνεπίπληκτον μέν, ὥς γε οἶμαι, πᾶν ὅπερ ἂν λέγοιτο πρὸς ἡμῶν σοφῶς τε καὶ ἐπιστημόνως καὶ οὐκ ἀπᾳδόντως ἔχον ταῖς θεοπνεύστοις Γραφαῖς. Φράζε δὲ καὶ αὐτὸς τὸ δοκοῦν. Ἐκτέκοι γὰρ ἄν τι τῶν ὀνησιφόρων ἡ ἀντίστασις. {Β} Ὁ θεσπέσιος γράφει, φασί, Παῦλος περὶ τοῦ Υἱοῦ, ἅτε δὴ γεγονότος κατάρας τε καὶ ἁμαρτίας. Ἔφη γὰρ ὅτι