ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. <3> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερ

 γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσε

 σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας

 ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ

 παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον

 <III.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶ

 ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία. <1> ∆εῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν

 πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς

 ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ

 συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴ

 πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη

 ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν

 ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι

 ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ

 τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περ

 θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκο

 Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ

 Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ

 Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφ

 πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμέν

 <VI.> <1> Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξ

 μυστηρίων. Θεωρία. <1> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δη

 πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων

 τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλ

 μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱ

 καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ

 προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ α

 θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς

γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσεις ὁμολογῆσαι κατὰ θεσμὸν ἱεραρχικὸν καθαρῶν μὲν καθαρῶς ἐφάπτεσθαι, κοινωνεῖν δὲ μόνοις τῶν θεουργικῶν τοῖς θείοις καὶ τῶν τελείων τοῖς τελειωτικοῖς ἁγίοις τε τῶν παναγεστάτων, ἄλλων τε ἱεραρχικῶν σοι καὶ τούτου μεταδέδωκα τοῦ ἐνθέου δώρου. <II.> Eἴρηται τοίνυν ἡμῖν ἱερῶς, ὡς οὗτός ἐστι τῆς καθ' ἡμᾶς ἱεραρχίας σκοπός· ἡ πρὸς θεὸν ἡμῶν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις. Ταύτης δέ, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τευξόμεθα. «Τηρήσει» γάρ φησιν «ὁ ἀγαπῶν με τὸν λόγον μου, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Τίς οὖν ἐστιν ἀρχὴ τῆς τῶν σεπτοτάτων ἐντολῶν ἱερουργίας, ἡ πρὸς τὴν τῶν ἄλλων ἱερολογιῶν καὶ ἱερουργιῶν ὑποδοχὴν ἐπιτηδειότατα μορφοῦσα τὰς ψυχικὰς ἡμῶν ἕξεις, ἡ πρὸς τὴν τῆς ὑπερουρανίας λήξεως ἀναγωγὴν ἡμῶν ὁδοποίησις; Ἡ τῆς ἱερᾶς καὶ θειοτάτης ἡμῶν ἀναγεννήσεως παράδοσις. Ὡς γὰρ ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών, ἡ κατὰ νοῦν μὲν ἐπὶ τὰ θεῖα πρωτίστη κίνησις ἡ ἀγάπησίς ἐστι τοῦ θεοῦ, τῆς δὲ ἱερᾶς ἀγαπήσεως ἡ πρὸς τὴν ἱερουργίαν τῶν θείων ἐντολῶν ἀρχικωτάτη πρόοδος ἡ τοῦ εἶναι θείως ἡμᾶς ἀρρητοτάτη δημιουργία. Eἰ γὰρ τὸ εἶναι θείως ἐστὶν ἡ θεία γέννησις, οὐ μή ποτέ τι γνοίη τῶν θεοπαραδότων οὔτε μὴν ἐνεργήσειεν ὁ μηδὲ τὸ ὑπάρχειν ἐνθέως ἐσχηκώς. Ἢ οὐχὶ καὶ ἡμῖν (ἀνθρωπίνως φαμὲν) ὑπάρξαι δεῖ πρῶτον, εἶτα ἐνεργῆσαι τὰ καθ' ἡμᾶς ὡς τοῦ μηδαμῶς ὄντος οὐδὲ κίνησιν [ἀλλ' οὐδὲ ὕπαρξιν] ἔχοντος, τοῦ δέ που ὄντος ἐκεῖνα μόνον ἐνεργοῦντος ἢ πάσχοντος ἐν οἷς εἶναι πέφυκεν; Ἀλλὰ τοῦτο μὲν ὡς οἶμαι σαφές. Ἑξῆς δὲ τὰ θεῖα τῆς θεογενεσίας ἐποπτεύσωμεν σύμβολα. Καί μοι μηδεὶς ἀτέλεστος ἐπὶ τὴν θέαν ἰέτω. Καὶ γὰρ οὐδὲ ταῖς ἡλιοτεύκτοις αὐγαῖς ἐν ἀσθενέσι κόραις ἀντωπεῖν ἀκίνδυνον οὐδὲ τοῖς ὑπὲρ ἡμᾶς ἐγχειρεῖν ἀβλαβές, εἴπερ ἀληθὴς ἡ κατὰ νόμον ἱεραρχία τὸν μὲν Ὀζίαν, ὅτι τοῖς ἱεροῖς ἐνεχείρησεν, ἀποστρεφομένη, τὸν Κορὲ δέ, ὅτι τοῖς ὑπὲρ αὐτὸν ἱεροῖς, τὸν δὲ Ναδάβ, ὅτι τοῖς οἰκείοις ἀνιέρως ἀπεχρήσατο. Μυστήριον φωτίσματος. <1> Ὁ μὲν ἱεράρχης ἑκάστοτε τῇ πρὸς θεὸν ἀφομοιώσει «πάντας ἀνθρώπους» ἐθέλων «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» ἀνακηρύττει πᾶσι τὰ ὄντως εὐαγγέλια· θεὸν ἵλεω τοῖς ἐπὶ γῆς ἐξ οἰκείας ὄντα καὶ φυσικῆς ἀγαθότητος αὐτὸν ὡς ἡμᾶς ἀφικέσθαι διὰ φιλανθρωπίαν ἀξιώσαντα καὶ τῇ πρὸς αὐτὸν ἑνώσει δίκην πυρὸς ἀφομοιῶσαι τὰ ἑνωθέντα κατὰ τὴν αὐτῶν πρὸς θέωσιν ἐπιτηδειότητα. «Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν.» <2> Ὁ δὲ τούτων ἀγαπήσας τῶν ὄντως ὑπερκοσμίων τὴν ἱερὰν μετουσίαν ἐλθὼν ἐπί τινα τῶν μεμυημένων πείθει μὲν αὐτὸν ἡγήσασθαι τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ, αὐτὸς δὲ ὁλικῶς ἐπακολουθήσειν ἐπαγγέλλεται τοῖς παραδοθησομένοις καὶ ἀξιοῖ τῆς τε προσαγωγῆς αὐτοῦ καὶ συμπάσης τῆς ἐπὶ τὸ ἑξῆς ζωῆς τὴν ἐπιστασίαν ἀναδέξασθαι. Τὸν δὲ τῆς μὲν ἐκείνου σωτηρίας ἱερῶς ἐρῶντα, πρὸς δὲ τὸ τοῦ πράγματος ὕψος ἀντιμετροῦντα τὸ ἀνθρώπινον φρίκη μὲν ἄφνω καὶ ἀμηχανία περιίσταται· τελευτῶν δὲ ὅμως ποιήσειν τὸ αἰτηθὲν ἀγαθοειδῶς ὡμολόγησε καὶ πα ραλαβὼν αὐτὸν ἄγει πρὸς τὸν τῆς ἱεραρχίας ἐπώνυμον. <3> Ὁ δὲ μετ' εὐφροσύνης ὡς τὸ ἐπ' ὤμων πρόβατον εἰσδεξάμενος τοῖν ἀνδροῖν ἐσέφθη μὲν πρῶτα διὰ νοερᾶς εὐχαριστίας καὶ σωματοειδοῦς προσκυνήσεως τὴν μίαν ἀγαθοεργέτιν ἀρχήν, ὑφ' ἧς τὰ καλούμενα καλεῖται καὶ τὰ σωζόμενα σώζεται. <4> Eἶτα πᾶσαν ἱερὰν διακόσμησιν ἐπὶ συνεργίᾳ μὲν καὶ συνεορτάσει τῆς τἀνδρὸς