1

 2

 3

 4

 5

3

πατέρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης.

ιδʹ. Ἱερεμίας ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις τῆς Αἰγύπτου λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. Κεῖται δὲ πλησίον τῆς οἰκίας Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι' αὐτοῦ· ηὔξατο γὰρ, καὶ αἱ ἀσπίδες αὐτοὺς ἔασαν καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι μὲν Ἐφώθ, Ἕλληνες δὲ κροκοδείλους, οἳ ἦσαν αὐτοὺς θανατοῦντες, καὶ εὐξαμένου τοῦ προφήτου ἐκωλύθησαν ἐκ τῆς γῆς ἐκείνης τὸ γένος τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὸ ἔνεδρον τῶν θηρίων. Καὶ ὅσοι εἰσὶ πιστοὶ θεοῦ, ἕως τοῦ νῦν εὔχονται ἐν τῷ τόπῳ ὅπου κεῖται, καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀσπίδων θεραπεύουσιν, καὶ τὰ θηρία τοῦ ὕδατος φυγαδεύουσιν. Ἡμεῖς δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀντιγόνου καὶ Πτολεμαίου γε 62 ρόντων τινῶν, ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἐπιστὰς τῷ τάφῳ τοῦ προφήτου, καὶ ἐπιγνοὺς τὰ εἰς αὐτὸν μυστήρια εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα, περιστείλας αὐτὰ ἐνδόξως· καὶ ἐκωλύθη ἐκ τῆς γῆς τὸ γένος τῶν ἀσπίδων, καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὰ θηρία. Οὗτος ὁ προφήτης σημεῖον δέδωκε τοῖς ἱερεῦσιν Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν τὰ χειροποίητα αὐτῶν, ὅταν ἐπιβῇ ἐν Αἰγύπτῳ παρθένος λοχεύουσα βρέφος θεοειδές. ∆ιὸ καὶ ἕως νῦν τιμῶσι παρθένον λοχοῦν καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσι. Καὶ Πτολεμαίῳ τῷ βασιλεῖ πυνθανομένῳ τὴν αἰτίαν ἔλεγον, ὅτι· πατροπαράδοτον ἡμῖν ἐστι μυστήριον ὑπὸ ὁσίου προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν, καὶ ἐκδεχόμεθα τὸ πέρας τοῦ μυστηρίου ἡμῶν. Οὗτος δὲ πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασε τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ καταποθῆναι ἐν πέτρᾳ λέγων τοῖς παρεστῶσιν· ἀπεδήμησε κύριος ἐκ Σιὼν εἰς οὐρανόν, καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει. Καὶ σημεῖον ὑμῖν ἔστω τῆς παρουσίας αὐτοῦ, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσι. Τὴν δὲ κιβωτὸν ταύτην οὐδεὶς ἐκβάλλει εἰ μὴ Ἀαρών· καὶ τὰς ἐν αὐτῇ πλάκας οὐδεὶς ἀναπτύσσει ἱερέων ἢ προφητῶν εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ. Καὶ ἐν τῇ ἀναστάσει πρῶτον ἡ κιβωτὸς τοῦ θεοῦ ἀναστήσεται καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθήσεται ἐν ὄρει Σινᾷ, καὶ τότε πάντες οἱ ἅγιοι συναχθήσονται ἐκεῖ, ἐκδεχόμενοι τὸν Χριστόν. Ἐν δὲ τῇ πέτρᾳ ἐσφράγισε 63 τῷ δακτύλῳ αὐτοῦ τὸ ὄνομα τοῦ θεοῦ, καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη ἐσκέπασε τὸ ὄνομα, καὶ οὐδεὶς νοεῖ τὸν τόπον ἕως τῆς συντελείας. Καὶ ἔστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ ὅπου πρῶτον ἡ κιβωτὸς γέγονε μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς κεῖται Μωϋσὴς καὶ Ἀαρών· καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Καὶ ἔδωκεν ὁ θεὸς τῷ Ἱερεμίᾳ χάριν, ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσῃ, ὅπως γένηται κοινωνὸς Μωϋσέως.

ιεʹ. Ἰεζεκιὴλ υἱὸς Βουζῆ ἦν ἐν Σαριρᾷ, ἐκ τῶν ἱερέων· καὶ ἀποκτείνας αὐτὸν ἡγούμενος τοῦ Ἰσραὴλ ἐν τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας ἐλεγχόμενος ὑπ' αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασιν· ἔθαψαν αὐτὸν ἐκεῖ ἐν ἀγρῷ Μαούρ, ἐν τῷ τάφῳ Σὴμ καὶ Ἀρφαξάθ, πολλὰ προφητεύσαντα τοῖς ἐν τῇ Ἰουδαίᾳ. Καὶ ἔστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι καὶ ὁ Ἀβραὰμ εἰς Χεβρὼν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥας. ∆ιπλοῦν δὲ λέγεται, ὅτι εἱλικιῶδές ἐστιν καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου ὑπερῷον. Ἔδωκε δὲ τέρας τῷ λαῷ ὥστε προσέχειν τῇ ποταμῷ Χοβάρ, καὶ ὅτε ἐκλείποι, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσοι, τὴν Ἱερουσαλὴμ ἐπάνοδον. Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος, καὶ πολλοὶ πρὸς αὐτὸν συνήρχοντο, ὥστε φοβεῖσθαι τοὺς Χαλδαίους μὴ ἀντάρωσι. ∆ιὸ καὶ ἐπῆλθεν αὐτοῖς εἰς ἀναίρεσιν· καὶ ἐποίησε στῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν· καὶ οἱ τολ 64 μήσαντες τῶν ἐχθρῶν ἐπιδιῶξαι κατεποντίσθησαν. Οὗτος διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχετο, καὶ πολλοῖς