1

 2

 3

 4

 5

 6

3

ἐλπιοῦσι πάντα τὰ ἔθνη. Περὶ ταύτης τῆς πύλης καὶ ἐν τοῖς Ἄσμασι τῇ λέξει ὁ προφήτης τρανῶς καὶ σαφῶς καταλέγεται κεκραγώς· Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἔμεινεν ἐν τῇ παρθενίᾳ ἡ ἁγία καὶ σεμνὴ κόρη Μαρία, ἡ φωτεινὴ νεφέλη, ἡ ἔνδον ἔχουσα τὸν Θεὸν Λόγον· πρὸς ἣν ὁ μεγαλόφωνος Ἡσαΐας· Ἰδοὺ νεφέλη κούφη, καὶ ἥξει εἰς Αἴγυπτον· τὸ ἀλατόμητον ὄρος, ἡ τὴν ἀκρότομον ἔχουσα πέτραν Χριστὸν, περὶ ἧς ὁ σοφώτατος ∆ανιὴλ λέγει· Ἀπετμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν· τουτέστιν, ἄνευ ἀνδρὸς τὴν στερεὰν πέτραν Χριστὸν ἔτεκεν ἡ Παρθένος, ὁ ἀσύνθετος ναὸς, ἡ τὸν οὐράνιον ἔχουσα λίθον Χριστὸν, ἡ βροντοειδὴς νεφέλη, ἡ τὴν ἀστραπὴν ἔνδον κοιλιοφόρως βαστάσασα· καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ἡ θεία Γραφὴ λέγουσα, Κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· ἡ ἀγεώργητος χώρα, ἡ τὸν Λόγον ὡς κόκκον σίτου δεξαμένη, καὶ τὸ δράγμα βλαστήσασα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς ἔχουσα· ἡ ὁσία μήτηρ τοῦ Σωτῆρος, 43.493 ἡ τὸν Λόγον τοῦ Πατρὸς ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, πρὸς ἣν Ἡσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουήλ. Ὦ Παρθένος ἁγία, ἁγία μήτηρ Κυρίου· μακαρία νύμφη Τριάδος ἀχωρίστου· μακαρία σὺ ἐν γυναιξὶν, ἡ τεκοῦσα ἐπὶ γῆς ὡς βρέφος τὸν πάντων κτίστην Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἡ μόνη ἐπὶ γῆς κυήσασα τὸν οὐράνιον Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἧς μασθοὺς ἐθήλασεν ὁ τρέφων τὰ σύμπαντα· μακαρία σὺ ἐν γυναιξὶν, ἡ νῦν γεννήσασα τὸν ποτὲ πλάσαντα πηλῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, Θεοτόκε ἁγία παρθένε Μαρία. Θεοτόκος γὰρ ὑπάρχεις, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα· Θεοτόκος ὑπάρχεις ἡ τὸν Θεὸν Λόγον ἐν μορφῇ δούλου κυήσασα· Θεοτόκος ὑπάρχεις, ὅτι Θεὸν Λόγον δεξαμένη σαρκωθέντα ἔτεκες· Θεοτόκος ὑπάρχεις ἡ μόνη τοῦ μόνου μονογενῆ Υἱὸν τοῦ Θεοῦ γεννήσασα· οὐ πρόσκαιρον Θεὸν γεννήσασα, ἀλλ' αἰώνιον τὸν πρὸ σοῦ καὶ πάντων Θεὸν, ἐκ σοῦ σαρκωθέντα· τὸ ἄσπιλον πρόβατον, ἡ τὸν ἀμνὸν τεκοῦσα Χριστόν· ἡ δάμαλις ἡ ἀπειρόζυγος, ἡ τὸν μόσχον γεννήσασα· ἡ νοερὰ τῆς πίστεως τράπεζα, ἡ τὸν ἄρτον τῆς ζωῆς τῷ κόσμῳ χορηγήσασα. Τί εἴπω; καὶ τί λαλήσω τὴν ὁλόῤῥιζον δόξαν; Περὶ ταύτης τῆς ὁσίας κόρης τῆς ἀείπαιδος καὶ παρθένου, διὰ τοῦ προφήτου λέγοντος ὁ Θεός φησιν· Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ∆ιὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ· καὶ στήσεται, καὶ ὄψεται, καὶ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος. Ὦ Παρθένε ἁγία, φωτὸς αἰωνίου ὑπάρχουσα μήτηρ· φωτὸς τοῦ φωτίσαντος ἐν οὐρανοῖς τὰς τῶν ἀγγέλων στρατιάς· φωτὸς τοῦ φωτίσαντος τῶν σεραφεὶμ τὸ ἀνεκλάλητον ὄμμα· φωτὸς τοῦ φωτίσαντος λαμπραῖς λαμπάσι τὸν ἥλιον· φωτὸς τοῦ φωτίσαντος τὰ πέρατα τῆς οἰκουμένης τῇ Τριάδι· φωτὸς τοῦ εἰπόντος· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· φωτὸς τοῦ εἰρηκότος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· φωτὸς τοῦ ἀναληφθέντος καὶ φωτίσαντος ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς τὰ σύμπαντα. Ὦ παναγία Παρθένε, ἡ στρατιὰς ἀγγέλων ξενίσασα! Ξένον γὰρ θαῦμα ἐν οὐρανοῖς, γυνὴ τὸ φῶς ἐν ἀγκάλαις βαστάσασα· ξένον θαῦμα ἐν οὐρανοῖς, χερουβικὸς θρόνος ἕτερος· ξένον θαῦμα ἐν οὐρανοῖς, γυναικὸς υἱὸς, αὐτῆς καὶ τῶν αἰώνων πατὴρ ὑπάρχων· ξένον θαῦμα ἐν οὐρανοῖς, Παρθένου θάλαμος, Υἱὸν Θεοῦ, Θεὸν νυμφίον ἔχουσα Χριστόν· ξένον θαῦμα ἐν οὐρανοῖς, τὸ βρέφος τῆς Παρθένου, ∆εσπότης τῶν ἀγγέλων πέφυκεν. Ὦ παναγία Παρθένε, μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν ἄναρχον γεννήσασα Λόγον, τὸν τοῦ Πατρὸς σύνθρονον Υἱὸν, τὸν ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, τὸν προαιώνιον σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τὸν τοὺς οὐρανοὺς καμαρώσαντα, τὸν τὴν γῆν ἑδράσαντα. Χαῖρε, παναγία Παρθένε, ἡ τὸ πῦρ τῆς θεότητος 43.496 ἀφλέκτως, ὡς νοερὰ βάτος, κατέχουσα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς θερμὸν τῷ κόσμῳ πρὸς βρῶσιν ἐνέγκασα· περὶ οὗ λέγει ὁ