3
οὔποτε θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος. βουλοίμην δ' ἂν ἔγωγε, καὶ ἄλγεα πολλὰ μογήσας, πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε· καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος οὐδὲ μεθήμων· βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.» οἱ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν ἀλλήλων ἰότητι, χάριν δ' ἄνδρεσσι φέροντες ἀθάνατοι θνητοῖσι κατὰ ζείδωρον ἄρουραν.
3 Περὶ τοῦ εὐαγγελισμοῦ.
Καὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικὶ βουλήν, ἥ ῥα τότε σφιν ἐφήνδανε μητιόωσι· καρπαλίμως δ' ἤιξεν ἐπὶ χθόνα πουλυβότειραν. οὐρανόθεν καταβὰς ἐξ αἰθέρος ἀτρυγέτοιο ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείης. βῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη ἕζετ' ἐνὶ κλισμῷ-ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν- ἀδμήτη, τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ ἀνδρὶ φίλῳ ἔπορον· ὁ δέ μιν πρόφρων ὑπέδεκτο, οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτε χατίζων ἤ τι ὀϊσάμενος. ᾗ καὶ θεὸς ὣς ἐκέλευεν, μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ἣ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν. ἡ μὲν ἐπ' ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν παρθένος αἰδοίη, ὑπερώιον εἰσαναβᾶσα, ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. καὶ τότ' ἄρ' ἄγγελος ἦλθεν, ὃς ἀγγείλειε γυναικί· στῆ δὲ μάλ' ἐγγὺς ἐὼν καί μιν πρὸς μῦθον ἔειπεν· «χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰσόκε γῆρας ἀνδράσιν ἠδὲ γυναιξὶν ἐπὶ χθόνα πουλυβότειραν ἔλθῃ καὶ θάνατος, τά τ' ἐπ' ἀνθρώποισι πέλονται· νημερτὲς γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω. ᾐτέομέν γε θεὸν φῆναι τέρας· αὐτὰρ ὅγ' ἡμῖν τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης, ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, ἔσθων καὶ πίνων οἷα βροτοὶ ἄνδρες ἔδουσιν, σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλών, οἰκῆι ἐοικώς, βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ.» ὣς φάτο· τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι· καί ῥ' ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπεν· «ὦ φίλ', ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστί, τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δέ, ὥς μευ ἀεὶ μέμνηται ἐνηέος, οὐδέ ἑ λήθω. ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ, ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων. ἀλλ' ἐγὼ οὐχ αὕτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ἣ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν.» τὴν δ' ἀπαμειβόμενος προσέφη μεγαληγόρος ἐσθλός· «χαῖρε, γύναι χαρίεσσα· περιπλομένων δ' ἐνιαυτῶν ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει· τοῦ δή τοι κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς, πάντας ἐπ' ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή. ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· σίγα καὶ κατὰ σὸν νόον ἴσχανε, μηδ' ἐρέεινε.» ὣς φάτο· τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν, ἀλλ' οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ' ἀναδῦναι. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπεν, καρπαλίμως ἤιξεν ἀπὸ χθονὸς εὐρυοδείης κήρυξ πεισήνωρ, πεπνυμένα μήδεα εἰδώς· ἵκετο δ' αἰπὺν Ὄλυμπον, ὁμηγυρέεσσι δ' ἐπῆλθεν. ἣ δ' ἄρα ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά.
4 Περὶ τοῦ τόκου καὶ τοῦ ἀστέρος καὶ τῶν ποιμένων.
Αὐτὰρ ἐπειδὴ τόνγε μογοστόκος Εἰλείθυια, τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ'
ἱσταμένοιο, ἐξάγαγε προφόωσδε, καὶ ἠελίου ἴδεν αὐγὰς ἂψ περιτελλομένου ἔτεος, καὶ ἐπήλυθον ὧραι, αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθών· πάντες