3
θαῤῥεῖν παρακελεύεται, ἐξαιτήσασθαι γὰρ αὐτὸν ἀπελθοῦσαν παρὰ τοῦ ἑαυτῆς Χριστοῦ, καὶ ταύτην αὐτῷ τὴν ἀμοιβὴν, τῶν εἰς αὑτὴν πεπραγμένων, οὐκ εἰς μακρὰν ἀποτίσειν. Ταῦτα δ' εἰποῦσαν, γενναίως τὴν ἔξοδον ὑποστῆναι πίττης ἐμπύρου περιχυθείσης αὐτῇ. Οὐ μακρὸν δὲ χρόνον ὁ Βασιλείδης διαλιπὼν ὅρκον διά τινα αἰτίαν, πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ, ἔφη, Χριστιανῷ γε ὄντι τὸ παράπαν ὀμνύναι· οἱ δὲ, παίζειν αὐτὸν τὰ πρῶτα νομίζοντες, ἄγουσιν ἐπὶ τὸν ἄρχοντα, ἐφ' οὗ τὴν εὔστασιν ὁμολογήσας δεσμοῖς παραδίδοται. Ἀφικομένων δὲ πρὸς αὐτὸν τῶν κατὰ Θεὸν ἀδελφῶν, καὶ τὴν αἰτίαν τῆς παραδόξου πυνθανομένων ὁρμῆς, τὴν μάρτυρα Ποταμίαν ἀνιδεῖν ἔφη, μετὰ τρίτην ἡμέραν τοῦ μαρτυρίου ἐπιστᾶσαν αὐτῷ, στέφανόν τε τῇ 20.1525 κεφαλῇ ἐπιθεῖσαν αὐτοῦ, παρακεκληκέναι τὸν Κύριον, χάριν αὐτοῦ φῆσαι, καὶ τῆς ἀξιώσεως τετυχηκέναι, οὐκ εἰς μακρόν τε αὐτὸν παραλήψεσθαι. Ἐπὶ τούτοις τῶν ἀδελφῶν τῆς ἐν Κυρίῳ σφραγῖδος μεταδόντων αὐτῷ, τῇ ἐφεξῆς ἡμέρᾳ, τῷ τοῦ Κυρίου διαπρέψας μαρτυρίῳ, τὴν κεφαλὴν ἀποτέμνεται.
Γʹ. Ἐπὶ ∆εκίου διωγμοῦ κινηθέντος ἐν τῇ αὐτῇ τῶν Ἀλεξανδρέων πόλει,
πλεῖστοι τῶν εἰς Χριστὸν ἠλπικότων τοῖς ὑπὲρ αὐτοῦ μαρτυρίοις κατεκοσμήθησαν· ὧν καὶ οὗτοι ἐτύγχανον. Μητρᾶς τις πρεσβύτης περὶ τὰς ἀρχὰς τοῦ διωγμοῦ συλληφθεὶς ὑπὸ τοῦ δημώδους ὄχλου, καὶ ῥήματα ἄθεα λέγειν κελευσθεὶς, ἐπεὶ μὴ ἐπείθετο, ξύλοις τὸ σῶμα παιόμενος, καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον κεντούμενος καὶ τοὺς ὀφθαλμοὺς, τέλος εἰς τὸ προάστειον ἀχθεὶς καθελέσθαι, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Γυνή τις καλουμένη Κοΐντα, ἐπεὶ μὴ ἐπείθετο τοῖς εἰδώλοις προσκυνεῖν, εἰς εἰδωλεῖον ἀχθεῖσα, σχοίνοις δεθεῖσα τοὺς πόδας, καὶ διὰ πάσης γυμνὴ συρεῖσα τῆς πόλεως, ἐπὶ τὸν αὐτὸν ἀχθεῖσα τόπον, λίθοις ὑπὸ τοῦ πλήθους βαλλομένη ἐτελειώθη. Ἀπολλωνία ἡ παρθένος τε καὶ πρεσβῦτις ἀναγκαζομένη εἰδώλοις θῦσαι, τοὺς ὀδόντας ἐζημίωτο κοπτομένη τὰς σιαγόνας· εἶθ' οὕτως πυρᾶς ἀναφθείσης, ἀπειλοῦντας εἰς αὐτὴν ἐμβαλεῖν τοὺς κατέχοντας, μικρὸν ὑποπαραιτησαμένη καὶ ἀναθεῖσα, συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ, καὶ καταπέφλεκται. Καὶ μετ' αὐτὴν Σαραπίωνα καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέῤῥιψαν. Ἰουλιανὸς ποδαγρὸς ὢν, καὶ μήτε στῆναι, μήτε βαδίσαι δυνάμενος, ἅμα δυσὶν ἑτέροις Χριστιανοῖς, τοῖς αὐτὸν φέρουσι προσήχθη· ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο· ἅτερος δὲ Κρονίων καλούμενος, καὶ αὐτὸς Ἰουλιανὸς, διὰ πάσης τῆς πόλεως καμήλοις ἐποχούμενοι διελθόντες, καὶ ἅμα ὑπὸ τοῦ πλήθους παιόμενοι, τέλος πυρὶ παρεδόθησαν· καί τις τῶν στρατιωτῶν Βησᾶς καλούμενος, παραστὰς ἀπαγομένοις αὐτοῖς, καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐμβοησάντων αὐτῶν περιεσχέθη, καὶ τὴν κεφαλὴν ἀπετμήθη. Ἕτερος δέ τις τὸ μὲν γένος Λίβυς ὑπάρχων, Μάκαρ δὲ τὴν προσηγορίαν, ἐπιμόνως αὐτὸν τοῦ δικαστοῦ προτρεπομένου πρὸς ἄρνησιν, ἐπεὶ μὴ ἐπείσθη, πυρὶ παραδοθεὶς, φερωνύμως τοῦ μακαρίου τετύχηκε τέλους.
∆ʹ. Ἐπίμαχός τε μετ' αὐτοὺς καὶ Ἀλέξανδρος, μετὰ πολὺν ὃν ἔμειναν
δεσμῶται χρόνον, μυρίας βασάνους διενεγκόντες, ξυστῆράς τε καὶ μάστιγας πυρὶ καὶ οὗτοι ἐφλέχθησαν. Καὶ γυναῖκες δὲ τρεῖς τὸν ἀριθμὸν προσαχθεῖσαι, ἡ μὲν αὐτῶν Ἀμμωναρία καλουμένη, πάνυ φιλονείκως αὐτὴν τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην, ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξοιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· αἱ δὲ λοιπαὶ, Μερκουρία καὶ ∆ιονυσία, αἰδεσθέντος ἀνηνύτοις