1

 2

 3

 4

 5

3

παρειλήφαμεν, ὡς ἂν τῷ Σωτῆρι συναγηγερμένοι, καὶ τῆς αὐτοῦ βασιλείας ἀπολαύοντες. ∆ιὸ οὐκέτι πονεῖσθαι κατὰ τήνδε τὴν ἑορτὴν συγχωρούμεθα, τῆς δ' ἐλπιζομένης ἐν οὐρανοῖς ἀναπαύσεως τὴν εἰκόνα φέρειν διδασκόμεθα· ὅθεν οὐδ' ἐν ταῖς εὐχαῖς γόνυ κλίνομεν, οὐδ' ἀσιτίαις καταπονούμεθα· τοὺς γὰρ τῆς κατὰ Θεὸν ἀναστάσεως ἠξιωμένους οὐκέτ' αὖθις οἷόν τε ἐπὶ γῆς πίπτειν· οὐδὲ τοὺς τῶν παθῶν ἠλευθερωμένους τὰ ἴσα πάσχειν τοῖς καταδεδουλωμένοις. ∆ιὸ μετὰ τὸ Πάσχα τὴν Πεντηκοστὴν ἐν ἑβδομάσιν ἑπτὰ τελείαις ἑορτάζομεν, τὸν μὲν πρότερον αἰῶνα τῆς πρὸ τοῦ Πάσχα τεσσαρακονθημέρου συνασκήσεως ἐν ἓξ ἑβδομάσιν ἀνδρισάμενοι· πρακτικὴ γὰρ ἡ ἑξὰς καὶ ἐνεργητική· διὸ καὶ ἐν ἓξ ἡμέραις ὁ Θεὸς πεποιηκέναι λέγεται τὰ σύμπαντα. Τοὺς δ' ἐν ἐκείνῃ πόνους εἰκότως ἡ δευτέρα ἑορτὴ ἐν ἑβδομάσιν ἑπτὰ διαδέξεται, πολυπλασιαζομένης ἡμῖν τῆς ἀναπαύσεως, ἧς τὰ σύμβολα ἡ ἑβδομὰς σημαίνειν θέλει. Οὐ μὴν ἐπὶ ταύτας ὁ τῆς Πεντηκοστῆς ἀριθμὸς ἵσταται· ὑπερακοντίσας δὲ τὰς ἑπτὰ ἑβδομάδας, μονάδι τῇ μετὰ ταύτας ὑστάτῃ τὴν πανέορτον ἡμέραν τῆς Χριστοῦ ἀναλήψεως ἐπισφραγίζεται. Εἰκότως ἄρα ἐν ταῖς τῆς ἁγίας Πεντηκοστῆς ἡμέραις τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφοντες, τὰς ψυχὰς γαννύμεθα, καὶ τὸ σῶμα διαναπαύομεν, ὡς ἂν αὐτῷ συνόντες ἤδη τῷ Νυμφίῳ, καὶ νηστεύειν μὴ δυνάμενοι.

ςʹ. Πλὴν ὅτι οἱ ἱεροὶ εὐαγγελισταὶ τὸ σωτήριον πάθος κατὰ τὰς ἡμέρας τοῦ Ἰουδαϊκοῦ Πάσχα τῶν ἀζύμων ἱστόρησαν γεγονέναι, οὐδεὶς ἂν ἀμφιβάλοι· τοῦτο γὰρ ἦν τοῦ νόμου τοῦ παρὰ Μωϋσεῖ περὶ τοῦ Πάσχα λεγομένου αἴτιον. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεσθαι παρ' αὐτοῖς Ἰουδαίοις, καὶ τοῦτο πάσχειν ὑπὲρ τῆς κοινῆς πάντων ἀνθρώπων σωτηρίας, οὐκ ἄλλοτε ἢ κατὰ τὸν δηλούμενον καιρὸν, προλαβὼν τὸ μέλλον ὁ Θεὸς διὰ συμβόλων εἰκονικῶς, κατ' αὐτὸν ἐκεῖνον τὸν μέλλοντά ποτε κατὰ χρόνων περιόδους ἐπιστήσεσθαι καιρὸν, ἀμνὸν παρὰ Ἰουδαίοις αἰσθητὸν ἐκέλευε θύεσθαι· καὶ τοῦτο αὐτοῖς κατ' ἐνιαυτὸν ἐτελεῖτο, ἕως ἡ ἀλήθεια ἀποπληρωθεῖσα, τὰς παλαιὰς εἰκόνας περιέγραψεν. Ὅθεν ἐξ ἐκείνου παρὰ μὲν τοῖς ἔθνεσιν ἡ ἀληθὴς τῶν μυστηρίων κεκράτηκεν ἑορτὴ, παρὰ δὲ Ἰουδαίοις οὐκέτι οὐδ' αὐτῶν ἡ μνήμη τῶν συμβόλων 24.701 φυλάττεται, περιῃρημένου αὐτῶν τοῦ τόπου ἐν ᾧ τὰ τῆς ἑορτῆς τελεῖσθαι νενομοθέτητο. Εἰκότως ἄρα ἡ θεία τῶν Εὐαγγελίων γραφὴ κατὰ τὸν χρόνον τῶν Ἰουδαϊκῶν ἀζύμων πεπονθέναι φησὶ τὸν Σωτῆρα· ἐπειδὴ καὶ τότε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς.

ζʹ. Καὶ οἱ μὲν κατὰ Μωϋσέα ἅπαξ τοῦ παντὸς ἔτους πρόβατον τοῦ Πάσχα ἔθυον τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, τὸ πρὸς ἑσπέραν· ἡμεῖς δὲ οἱ τῆς Καινῆς ∆ιαθήκης ἐφ' ἑκάστης Κυριακῆς ἡμέρας τὸ ἑαυτῶν Πάσχα τελοῦντες, ΑΕΙ ΤΟΥ ΣΩΜΑΤΟΣ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΕΜΦΟΡΟΥΜΕΘΑ, ΑΕΙ ΤΟΥ ΑΙΜΑΤΟΣ ΤΟΥ ΠΡΟΒΑΤΟΥ ΜΕΤΑΛΑΜΒΑΝΟΜΕΝ. ἀεὶ τὰς ὀσφῦς τῆς ἑαυτῶν ψυχῆς ἁγνείᾳ καὶ σωφροσύνῃ περιεζώσμεθα, ἀεὶ τοὺς πόδας παρεσκευάσμεθα ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, ἀεὶ τὰς βακτηρίας ἔχομεν ἐν ταῖς χερσὶ, καὶ τῇ ῥάβδῳ τῇ ἐκ ῥίζης Ἰεσσαὶ προελθούσῃ ἐπαναπαυόμεθα, ἀεὶ τῆς Αἰγύπτου ἀπαλλαττόμεθα, ἀεὶ τὴν ἐρημίαν τοῦ ἀνθρωπείου βίου μεταδιώκομεν, ἀεὶ τὴν πρὸς Θεὸν πορείαν στελλόμεθα, ἀεὶ τὰ διαβατήρια ἑορτάζομεν. Ταῦτα γὰρ πάντα οὐχ ἅπαξ τοῦ ἔτους πράττειν ἡμᾶς, ἀεὶ δὲ καὶ διὰ πάσης ἡμέρας ὁ εὐαγγελικὸς λόγος βούλεται. ∆ιὸ καὶ καθ' ἑκάστην ἑβδομάδα τὴν τοῦ Πάσχα τοῦ ἡμετέρου ἑορτὴν κατὰ τὴν σωτήριον καὶ Κυριακὴν ἡμέραν ἐπιτελοῦμεν τοῦ ἀληθινοῦ προβάτου, δι' οὗ ἐλυτρώθημεν, τὰ μυστήρια ἀποπληροῦντες· καὶ οὔτε τὸ σῶμα σιδήρῳ περιτέμνομεν, τῆς δὲ ψυχῆς τῷ τμητικῷ λόγῳ πᾶσαν περιαιροῦμεν κακίαν· οὔτε σωματικοῖς ἀζύμοις χρώμεθα, μόνοις δὲ τοῖς