3
βʹ. ΤΙΝΑ ΠΡΟΣ ΗΜΑΣ ΣΥΝΗΘΕΣ ΛΕΓΕΙΝ ΤΟΙΣ ΤΑ ΚΑΘ' ΗΜΩΝ
∆ΙΑΒΑΛΛΕΙΝ ΕΠΙΧΕΙΡΟΥΣΙΝ Πρῶτον μὲν γὰρ εἰκότως ἄν τις διαπορήσειεν, τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον Ἕλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον, καὶ τίνας ἑαυτοὺς εἶναί φαμεν, οὐ τὴν προσηγορίαν, ὅτι καὶ τοῖς πᾶσιν ἔκδηλος αὕτη, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν τοῦ βίου· οὔτε γὰρ τὰ Ἑλλήνων φρονοῦντας ὁρᾶν οὔτε τὰ βαρβάρων ἐπι 1.2.2 τηδεύοντας. τί οὖν ἂν γένοιτο τὸ καθ' ἡμᾶς ξένον καὶ τίς ὁ νεωτερισμὸς τοῦ βίου; πῶς δ' οὐ πανταχόθεν δυσσεβεῖς ἂν εἶεν καὶ ἄθεοι οἱ τῶν πατρῴων θεῶν ἀποστάντες, δι' ὧν πᾶν ἔθνος καὶ πᾶσα πόλις συνέστηκεν; ἢ τί καλὸν ἐλπίσαι εἰκὸς τοὺς τῶν σωτηρίων ἐχθροὺς καὶ πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους καὶ τί γὰρ ἄλλο 1.2.3 ἢ θεομαχοῦντας; ποίας δὲ καταξιωθήσεσθαι συγγνώμης τοὺς τοὺς ἐξ αἰῶνος μὲν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις κατά τε πόλεις καὶ ἀγροὺς παντοίοις ἱεροῖς καὶ τελεταῖς καὶ μυστηρίοις πρὸς ἁπάντων ὁμοῦ βασιλέων τε καὶ νομοθετῶν καὶ φιλοσόφων θεολογουμένους ἀποστραφέντας, ἑλομένους δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις δ' οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἱ τῶν μὲν πατρίων φυγάδες, τῶν δ' ὀθνείων καὶ παρὰ πᾶσι διαβεβλημένων Ἰουδαϊκῶν μυθολογημάτων 1.2.4 γενόμενοι ζηλωταί; πῶς δ' οὐ μοχθηρίας εἶναι καὶ εὐχερείας ἐσχάτης τὸ μεταθέσθαι μὲν εὐκόλως τῶν οἰκείων, ἀλόγῳ δὲ καὶ ἀνεξετάστῳ πίστει τὰ τῶν δυσσεβῶν καὶ πᾶσιν ἔθνεσι πολεμίων ἑλέσθαι, καὶ μηδ' αὐτῷ τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ' αὐτοῖς προσανέχειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην ἀνοδίαν ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε τὰ Ἰουδαίων φυλάττουσαν; 1.2.5 Ταῦτα μὲν οὖν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ' ἡμᾶς ἐπαΐων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ' ἂν ἡμῖν καὶ Ἑβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσηκούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζό1.2.6 μεθα. εἴτε γάρ τις εἴη Χριστὸς θεσπιζόμενος, ἀλλὰ Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἳ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτόν, οὐχὶ δὲ τῶν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαί, καὶ ταῦτα Ἰου 1.2.7 δαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ εὖ πράττοντας παρακούειν ἡμᾶς. ἀλλὰ καὶ σφόδρα ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ' οἷς ἡμάρτανον ἐλέγχους εὖ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν, μᾶλλον δ' ἐκβιάζεσθαι καὶ εἰς ἑαυτοὺς μεταφέρειν, ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς 1.2.8 ἐξαπατῶντας. τὸ δ' οὖν ἁπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα. 1.3.1 Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων, φέρε τὸν τῶν ὅλων θεὸν διὰ τοῦ σωτῆρος ἡμῶν, τοῦ αὐτοῦ λόγου, ὡς δι' ἀρχιερέως ἐπικαλεσάμενοι τὸ πρῶτον τῶν προταθέντων ἀποκαθάρωμεν, συκοφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι' ἀποδείξεως παριστάναι, ἀλόγῳ 1.3.2 δὲ πίστει προσέχειν ἀποφηναμένους. αὐτόθεν δὴ οὖν τοῦτο καὶ οὐκ ἐκ μακροῦ διελέγξομεν, ἔκ τε ὧν χρώμεθα πρὸς τοὺς ἐπὶ διδασκαλίᾳ τῶν καθ' ἡμᾶς λόγων προσιόντας ἀποδείξεων καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρρήσεων δι' ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγγράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη