3
οἷς ἦσαν καὶ ὁ· Πέτρος καὶ ὁ Ἰωάννης, μηδὲ αὐτοὶ πεπιστευκότες. Τῇ δὲ Μαρίᾳ κατὰ τὸν Ἰωάννην εἰπούσῃ ὅτι, «Ἦραν τὸν Κύριόν μου ἐκ τοῦ μνήματος,» οὐ πρότερον ἐπίστευσαν οἱ δύο μαθηταὶ τοῦτο αὐτὸ, τὸ ἦρθαι τὸν Σωτῆρα, πρὶν ἐλθεῖν εἰς τὸν τόπον καὶ ἔργῳ τοῦτο παραλαβεῖν. Ὅτε γοῦν εἰσῆλθον οὗτοι εἰς τὸ μνῆμα, καὶ τὰ ὀθόνια εἶδον μόνα, τὸ δὲ σῶμα οὐδαμοῦ, τότε ἐπίστευσαν· τίνι δὲ ἐπίστευσαν, ἀλλ' ἢ τῷ τῆς Μαρίας λόγῳ φήσαντι, «Ἦραν τὸν Κύριόν μου;» ∆ιὸ ἐπιλέγει ἑξῆς· «Οὔπω γὰρ ᾔδεισαν τὴν Γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.»
∆ʹ. Τὸ δὲ πῶς δύο παρὰ τὸν Ἰωάννην μαθητῶν ἐλθόντων εἰς τὸ μνημεῖον,
Πέτρου καὶ Ἰωάννου, ὁ Λουκᾶς ἕνα μόνον φησὶν ἀπηντηκέναι, οὕτως ἂν λυθείη. Πολὺς ἦν ὁ Πέτρος ἀεὶ τῇ προθυμίᾳ, ὡς μόνον παρὰ τοὺς ἀποστόλους εἰπεῖν τῷ Σωτῆρι· «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι·» καὶ μόνον πάλιν ἐπιβῆναι τοῖς κύμασιν ἀξιῶσαι· καὶ μόνον ἀποκρίνασθαι καὶ εἰπεῖν αὐτῷ· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» διὸ καὶ μόνος τῶν μαθητῶν ἀκούει· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» ∆ιὸ καὶ πρῶτος τολμᾷ εἰσιέναι εἰς τὸ μνημεῖον, σὺν τῷ ἑτέρῳ μαθητῇ ὃν ἐφίλει ὁ Ἰησοῦς ἐλθὼν, κατὰ τὸν Ἰωάννην· ἀλλὰ τότε μὲν παρὰ τῆς Μαγδαληνῆς ἦρθαι τὸ σῶμα τοῦ Κυρίου ἀπὸ τοῦ μνημείου μεμαθηκὼς, ἀπήντα ἅμα τῷ ἑτέρῳ μαθητῇ· εἶτα ἀνεχώρει σὺν αὐτῷ, τὰ ὀθόνια εἴσω τοῦ μνήματος τεθεαμένος καὶ πιστεύσας. Κατὰ δὲ Λουκᾶν, τῶν ἄλλων ἀπιστούντων μαθητῶν, μόνος αὐτὸς πάλιν πιστεύει ταῖς λεγούσαις ταῖς γυναιξὶν ἑωρακέναι τοὺς ὀφθέντας ἀγγέλους· οὐ γὰρ ἀπιστήσας δὲ ταῖς τῶν γυναικῶν μαρτυρίαις, παλινδρομαῖος ἐπὶ τὸ μνημεῖον μόνος παραγίνεται· καὶ αὖθις παρακύψας βλέπει τὰ ὀθόνια μόνα ὡς καὶ τὸ πρότερον· εἶτα ἀπῄει, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός· καὶ νῦν μὲν ἀπῄει θαυμάζων τὸ γεγονὸς, ἐπεὶ δὲ πολὺς ἦν τῇ προθυμίᾳ καὶ πλείονα σπουδὴν παρὰ πάντας ἐπεδείκνυτο, σπεύδων καὶ περιτρέχων, καὶ πάντη τὸν Σωτῆρα περιαθρῶν ἀνεωγόσι τοῖς τῆς ψυχῆς ὄμμασι, πανταχοῦ δὲ ζητῶν καὶ περιβλεπόμενος, οὐκ ἠτύχησε τῆς ἐλπίδος, ἀλλὰ καὶ αὐτὸς ἀξιοῦται τῆς αὐτοῦ θεοφανείας· τούτου μάρτυς ὁ αὐτὸς εὐαγγελιστὴς Λουκᾶς ὧδέ πη προϊὼν ἑξῆς καὶ λέγων ὅτι ὄντως ἠγέρθη ὁ Κύριος καὶ ὤφθη Σίμωνι. Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ ἱερὸς Ἀπόστολος ὧδε Κορινθίοις γράφων, ὅτι «Ὤφθη Κεφᾷ, εἶτα τοῖς ἔνδεκα.» Κεφᾶς δὲ αὐτὸς ἦν Σίμων ὁ καὶ Πέτρος, ᾧ καὶ πρὸ τῶν ἕνδεκα μόνος μόνῳ ὤφθη ὁ Σωτὴρ, τῆς παρὰ πάντας ὑπερβαλλούσης αὐτοῦ χάριν σπουδῆς.
Εʹ. Ἔτι ζητήσειεν ἄν τις πῶς παρὰ μὲν τῷ Ματ 22.992 θαίῳ ἡ Μαγδαληνὴ
Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρακέναι ἐκτὸς τοῦ μνήματος ἐπικαθήμενον τῷ λίθῳ ἕνα μόνον ἄγγελον εἴρηται· κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐτοῖς ὁρώμενος. Τὰ μὲν παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ λύσεως ἂν τύχοι τοιαύτης· ἡγοῦμαι γὰρ προηγεῖσθαι μὲν τὴν παρὰ τῷ Ἰωάννῃ ἱστορίαν, τῆς παρὰ τῷ Ματθαίῳ, καὶ τὴν Μαγδαληνὴν τὸ πρῶτον ἐλθοῦσαν τοὺς δύο ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μαρίας τὸν ἐπικαθήμενον τῷ λίθῳ ἄγγελον ἑωρακέναι. Ἢ τάχα ἕτερος μὲν ὁ παρὰ Ματθαίῳ ἄγγελος, ἕτερος δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῆς τοῦ ἀγγέλου θέας· ἕτεροι δὲ καὶ ἄγγελοι αὐτοῦ οἱ πρὸς τὰς γυναῖκας· ὡσαύτως δὲ καὶ οἱ παρὰ τῷ Ἰωάννῃ δύο ἄγγελοι οἱ εἴσω τοῦ μνήματος ὀφθέντες ἕτεροί εἰσι παρὰ τὸν ἔξω πρὸ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ. Εἰ μὲν γὰρ τοῦ Ματθαίου ὀψὲ Σαββάτων εἰρηκότος, καὶ ἕνα πρὸ τῆς θύρας τοῦ μνημείου καθήμενον ἐπὶ τῷ λίθῳ ἱστορηκότος, φυλάξας ὁ Ἰωάννης τὸν αὐτὸν καιρὸν καὶ τὸν αὐτὸν τόπον εἰρήκει ὀψὲ Σαββάτων, πρὸ τῆς θύρας τοῦ μνήματος ἐπὶ