1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

τὸν λογισμὸν οὐ μικρόν τι καὶ ταπεινὸν οὐδ' ἀγεννὲς καὶ τῶν μὴ πάνυ παραδόξων ἐργάζεται, ἀλλὰ νεα νικὸν καὶ γενναῖον καὶ τοῖς κατ' ἐκεῖνο καιροῦ μηδ' εἰς ψιλὴν ἀναπολούμενον ἔννοιαν.

6 Τῶν γὰρ Ἰταλῶν ἀμάχων μὲν ὄντων καὶ φύσει, ἐξ ὧν δ' εἰς ἡμᾶς εἰργάσαντο πεφυσιωμένων μακρὰ καὶ μαχι μωτέρων γεγενημένων καὶ τὰ πλείω μὲν τῆς ἑῴας ὡς ἔφημεν καρπουμένων-Σκάμανδρος γὰρ αὐτοῖς ὑπετάτ τετο συνυπέκυπτέ τε καὶ Ἀδραμύτιον, καὶ Περγάμου μέχρις ἐπήγνυντο οἱ σταθμοί, Πηγῶν τε χῶροι καὶ Λεντια νῶν ἐτέλουν ὑπόφορα, ἔξω δὲ τούτων ὑπῆρχεν οὐδὲ Λουπά διον, μικρὸν δέ τις ἐντεῦθεν ὑπερβαλὼν καὶ εἰς Νικομή δους εἶδε καὶ πᾶσαν τὴν πέριξ χώραν σφίσι κατανεμομένην ὡς ὑποχείριον-οὕτω γοῦν τῶν ἑῴων διακειμένων, τῶν δυτικῶν δὲ ἁπάντων πρὸς σφῶν αὐτῶν καὶ τῶν Βουλγάρων καὶ τῶν ἐξοιστρησάντων τῆς δικαίας ζεύγλης Ῥωμαίων καὶ τῆς δουλείας ἀπερρηγμένων ἐξηνδραποδισμένων καὶ κατα δεδουλωμένων ὡς ἴσασιν ἅπαντες-τοιούτων δὴ τῶν πραγμάτων ὄντων καὶ οὕτω δειλίαν ἐμπαρέχειν δεδυνημένων μὴ ὅτι γε τοῖς πολλοστὴν ἔχουσιν οἵαν ἐκεῖνος ἐδέξατο τὴν ἀρχήν, ἀλλὰ καὶ τοῖς περιφανέσιν ἔν τε πλούτῳ καὶ πόλεσι καὶ στρατεύμασιν, ὁ δὲ οὐκ ἔπαθέ τι ἀνθρώπινον, οὐ συν εστάλη, οὐκ ἔπτηξεν, οὐκ ἔτρεσε τὸ θηριῶδες τοῦ Ἰταλοῦ καὶ πρὸς τὰς μάχας ὀξύρροπον καθά γε κάπρου πρὸς ξίφος ἐνθορνύοντος, οὐδὲ τὴν κατασχοῦσαν ἐξ αὐτῶν δειλίαν Ῥωμαίους ὡς ἐμποδὼν ὑπετόπασεν, ἀλλὰ πάντα περιφρονήσας καὶ πᾶσιν ἑαυτὸν ἀντιθεὶς καὶ ἀντὶ πάντων μόνον ἑαυτὸν ἀντίσταθμον τοῖς πράγμασιν ἡγησάμενος ἀσπάζεται τὴν κατὰ τῶν Ἰταλῶν μάχην καὶ τὴν εἰρήνην ὡς μηδὲν ὀνοῦσαν ἐκπέμπεται· μετὰ γὰρ τοῦ δικαίου κρείττων εἰρήνης ὁ πόλε μος. δεινὸν γὰρ ἡγεῖτο καὶ ψυχῆς ἀγεννοῦς φρόνημα τὸ τὴν πρῴαν ἀρχὴν καὶ τούτῳ προσήκουσαν ἔκπαλαι ὀφθαλ μοῖς ὁρᾶν γεωργουμένην ὑπ' ἀλλοτρίων καὶ καρπουμένην, καὶ ὡς οἰκεῖον λογίζεσθαι κήπευμα.

7 Τοὐντεῦθεν συρρήγνυσι μάχην τοῖς Ἰταλοῖς, καὶ ὑπερασ πίζει τοῦ δικαίου θεός, καὶ τῆς ἀνδρείας ἐκείνου καὶ γενναιότητος ἀναδείκνυνται τὰ προοίμια· ἐξήττηνται γὰρ κατὰ κράτος οἱ Ἰταλοὶ καὶ νικῶνται νίκην οἵαν ἰδὼν ὁ ἥλιος γέγηθε. βαβαὶ οἷον τὸ ἡλιακὸν φῶς Ῥωμαῖοι τότε τεθέανται, ὁποίαν τῆς ἡμέρας τὴν χάριν, οὕτω κατατροπωσάμενοι τὸ ἀλλόφυλον καὶ πᾶσαν αὐτῶν τὴν ἀποσκευὴν σκυλευσάμενοι αἰχμαλώτους τε ξύμπαντας ἁπαξαπλῶς ἀναγαγόντες καὶ σχοίνῳ δουλείας καταδεσμεύσαντες λαφύρων τε ἀπείρων ἐμπλησθέντες παντοδαπῶν καὶ παντοίας πλησθέντες τῆς χαρμονῆς. ὡς γοῦν ταῦτα ξυμβαίη, καὶ ὁ ὑψαύχην κατέ πιπτε καὶ ὁ τὰς ὀφρῦς ἐπαίρων ὑπεχαλᾶτο τοῦ κεναυχήματος, καὶ τὸ φύσημα κατεβέβλητο καὶ τὸ φρύαγμα χαῦνόν τε καὶ ἀδρανὲς ὑπεφαίνετο.

8 Ἐντεῦθεν τὰ ἐν ἡμῖν ἀνεζωπυρεῖτο καὶ ἐθερμαίνετο, ἐκείνων ἀποψυχομένων καὶ νεκρουμένων, καὶ ἀνήγετο κατὰ μικρὸν οὐ καταφρονητοῖς τοῖς ὑψώμασιν. ἐξελήλατο γοῦν Ἰταλὸς τῶν Ῥωμαϊκῶν χωρίων καὶ ἄστεων, καθ' ἕκαστον τούτων μάχην ὑποστὰς κρατεράν, ἐν χειμώνων ἀκμαῖς, ὁπότε ὕει πολλὰ καὶ νιφετοῖς παλύνονται ἄρουραι, ὁπότε ἄγαν πήγνυται ὕδωρ καὶ τῷ ἄγαν τοῦ ψύχους καὶ γεωργὸς καὶ ποιμὴν παντελῶς ἀργεῖν κατακέκρινται καὶ ὁ μὲν τοῖς οἰκήμασι περικέκλεισται, ὁ δὲ σπηλαίοις ἐνδιατέτριφε μηδ' ἀτενίσαι τῷ ἀέρι δυνάμενος, καὶ ἐν μέσοις πάλιν τοῖς θέρεσιν, ὁπότε ἄνθρωπος πᾶς παρὰ πηγαῖς ἐμφιλοχωρεῖν ἐθέλει καὶ τοῖς ἐκ δένδρων σκιάσμασι, τεχνητοῖς ἐκ ῥιπισ μάτων ἀναψυχόμενος πνεύμασιν. ἀλλ' ὁ ἀκάμας ἐκεῖνος καὶ τὰ σῶμα μὲν ἀδαμάντινος καὶ ἀνένδοτος πρὸς τὰς τοῦ ἀέρος ἐναντίας ποιότητας, ἄτρεστος δὲ τὴν ψυχὴν πρὸς τὰς τῶν ἀντιπάλων κινήσεις καὶ τὰ ὁρμήματα, οὐδέν τι πρὸς τούτων ἐμαλθακίζετο οὐδὲ τὸ σύντονον ὑπενεδίδου πρὸς τὸ πολὺ τοῦ χρόνου καὶ τὸ τοῦ μόχθου βαρύ. οὐδὲ καιρὸς αὐτῷ τὴν μάχην