ι· τὰ γὰρ διὰ τοῦ ινης ἀποστρέφονται τὴν ει δίφθογγον. 9Αἴγινα9: Ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει δίφθογγον, χωρὶς τοῦ πεῖνα· ἔστιν δὲ ταῦτα· Μαρίνα· Ἁρπίνα· Ἰουστῖνα· Φαυστῖνα· Ἀντωνῖνα· Κωνσταντῖνα. 9Ἀεργία9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ος συν θέτων, καὶ τῶν ἀπὸ τῶν εἰς ος ἁπλῶν, μὴ ἐχόντων ἀντιπαρακεί μενα ῥήματα διὰ τοῦ ευω, διὰ τοῦ ια γινόμενα θηλυκὰ, πρὸ μῖας τὸν τόνον ἔχοντα, διὰ τοῦ ι γράφεται· οἷον, κακὸς, κακία· σοφὸς, σοφία· ὑπερήφανος, ὑπερηφανία· εὔκαιρος εὐκαιρία οὕτως καὶ ἀεργὸς, ἀεργία· πλὴν τοῦ βοηθὸς, βοήθεια, καὶ εὔερος, εὐέρεια· καὶ τῶν διὰ τοῦ ευω, μοιχεύω, μοιχεῖα, καὶ τὰ ὅμοια. 9Ἄϊοσ9: Σημαίνει δὲ τὸν ἀκούοντα· καὶ διὰ τοῦ ι γράφεται· γέγονεν δὲ ἀπὸ τοῦ ἀΐων, ἄϊος· σημαίνει τὸ ἄϊρος· ἔστιν δὲ τὸ ἐπικληθέν. 9Ἀλγίων· Αἰσχίων9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς ων καθαρὰ συγκριτικὰ οὐ παραλήγονται τὴν ει δίφθογγον, ἀλλὰ τὸ ι· αἰσχίων· βραδίων· ταχίων· ἰδίων· γλυκίων· καὶ τὰ ὅμοια· πλὴν τοῦ χερείων· ἀργείων· πλείων· μείων. 9Ἀρίων9: Τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται, κατὰ διαστο λὴν τῶν συγκριτικῶν· τὸ δὲ ἄρειος ἀπὸ τοῦ ἄρεως γεγονὸς, ἤγουν τοῦ σημαίνοντος τὸν ἀνδρεῖον, διὰ τῆς ει διφθόγγου γρά φεται. 9Ἀκριβήσ9: ∆ιὰ τοῦ ι γράφεται· ὥσπερ ἀπὸ τοῦ ἀφροδύτη γίνεται Ἀφροδίτη, τροπῆ τοῦ υ εἰς ι· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀκρυβὴς γίνεται ἀκριβὴς διὰ τοῦ ι· καὶ γὰρ τὸν ἀκριβῆ οὐδεῖς δύναται κρυβεῖν ἢ λαθεῖν. 172 9Ἀρτεμίσιοσ9: ∆ιὰ τοῦ ι· τὸ μι βραχὺ, τὸ δὲ σι διὰ τοῦ ι μακροῦ· τὰ γὰρ διὰ τοῦ ισιος οὐδέτερα, καὶ διὰ τοῦ ισια, καὶ διὰ τοῦ ισιον οὐδέτερα, ἀποστρέφονται τὴν ει δίφθογγον· τουτ έστιν ἀφροδίσιος, ἀφροδισία, καὶ ἀφροδίσιον. 9Ἁψίσ9: ∆ιὰ τοῦ ι· τὰ εἰς ις ἀπὸ μελλόντων γινόμενα, βα ρύνεται καὶ συστέλλει τὸ ι· ὡς τὸ πράξω, πράξις· λέξω, λέξις· ἅψω, ἁψίς· ἡ γὰρ ἁψὶς συνημμένη ἐστίν· καὶ διὰ τοῦ ι ἐκ τείνειν καὶ ὀξύνεται· τὰ γὰρ εἰς ις ἁπλᾶ ἐκτείνονται τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον· οἷον, κνημίς· κρηπίς· ψηφίς· οὕτως καὶ ἁψίς· τὰ γὰρ εἰς ις ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν ἀποστρέ φονται τὴν ει δίφθογγον, χωρὶς τοῦ κλεὶς καὶ ἀντηρείς. 9Ἀμνισόσ9: Ὁ ποταμός· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς ος τρισύλλαβα πλὴν ὀνομάτων ποταμῶν διὰ τοῦ ι γράφεται· οἷον, Ἀμνισός· Κιφισός· Ἰλισός· ἐπὶ δὲ ποταμῶν διὰ τῆς ει δι-φθόγγου· οἷον, Ἀλφειός· Πηνειός· Σπερχειός· Ὀλμειός. 9Ἀκιδαλίνη9: Ἔστιν δὲ ὄνομα κρήνης· παρὰ τὸ Ἀκὶς,Ἀκίδος. 9Ἀκονιτί· Ἀμοϊτί· Ἀμισθί9: Καὶ τὰ τούτων ὅμοια διὰτοῦ ι γράφεται ὡς ἐπιῤῥήματα· ἀνωϊτί· ἀκλαυστί· ἀνηθελητί· καὶ ἀπορὶ, καὶ τὰ τούτοις ὅμοια πάντα διὰ τοῦ ι γράφεται· πλὴν τῶν διὰ τοῦ θ· λ· μ· ξ· ρ· φ· χ· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, διὰ τοῦ θ· ἀμυθεὶ, ἀθεεί· τὸ λ· ἀσυλεί· τὸ μ· πανδημεί· τὸ ξ· αὐτολεξεί· τὸ ρ· ἀμετρεί· τὸ αὐτοχειρὶ δὲ διὰ τοῦ ι· τὸ φ· παμψηφεί· τὸ χ· τριστοιχεί· καὶ τὰ σύνθετα δὲ ὁμοίως διὰ τῆς ει διφθόγγου, ἔχοντα τὸ τ· ἀμηνυτεί· ἀνιδρωτεί· ἀναιμοτεί· ἀκηρυκτεί· ἀνωμοτεί· φιετεί· ἀνοτητεί· ἀκληρωτεί· ἀνιδιτεί· ἀκλαυστεί· ἁμαρτεί· ἀνθεω ρητεί· ἀνηθελητεί· ἐγρηγορητεί· ἐθελοτεί· ἄνευ δὲ τούτων, διὰ τοῦ ι γράφονται τὰ λοιπὰ, καὶ τὰ τούτοις ὅμοια· Τὰ ἀπὸ τῶν εἰς ος μικρὸν εἰς ως μέγα μεταποιούμενα· οἷον, μεγάλως· σοφῶς· καλῶς· καὶ τὰ ὅμοια· καὶ τὸ οἱονεὶ καὶ τὰ καθαρεύοντα δὲ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀθεεί· αὐτοβοεί. 173 9Ἀΐτησ9: ∆ιὰ τοῦ ι γράφεται· πάντα γὰρ τὰ διὰ τοῦ ιτης διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Ἀσκαλωνίτης· ἀΐτης δέ ἐστι ὁ ἐρώμενος· οἱονεὶ ὁμοΐτης τις ὤν. 9Ἀϊτίασ9: Σημαίνει δὲ τὰς ἐρωτικάς· διὰ τοῦ ι· ὥσπερ ἀπὸ τοῦ ὁ δεσπότης ἀρσενικοῦ γίνεται ἡ δεσπότις διὰ τοῦ ι, οὕτως καὶ ἀπὸ τοῦ ἀΐτης, ἡ ἀΐτις, ἀΐτιδος, καὶ ἐκεῖθεν ἀϊτίας. 9Ἄφιξισ9: ∆ιὰ τοῦ ι γράφεται· γέγονε δὲ ἀπὸ τῶν παθητικῶν ῥημάτων ἐκ τοῦ ἀφίγμαι, ἀφίξαι, ἀφίκται· καὶ τὸ ἱκανὸς παρὰ τὸ ἱκέσθαι, εἰς πάντα γὰρ δύναται παραγένεσθαι ὁ ἱκανός· οὕτως καὶ ἄφιξις διὰ τοῦ ι· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν γραφὴν, καὶ ἔχοντα ἢ τὸ ι, ἢ τὸ ν ἐπιφερόμενα, διὰ μόνου τοῦ ι γράφεται· οἷον, Ἴρις· Ἴλιον· δριμύς· βριθύς· Τιφύς· ῥιπίς· οὕτως οὖν καὶ ἄφιξις διὰ τοῦ ι.