ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἐβουλεύοντο τῷ ἁγίῳ βα σιλεῖ, ἵνα πιάσῃ αὐτόν. Ἐκεῖνος δὲ οὐ κατεπείσθη ποτέ, λέγων. Οὐκ ἀθετῶ τὸν ὅρκον, ὃν πρὸς ἐκεῖνον ἐποιησάμην, ἂν ἐβεβαιούμην καὶ ἔτι, ὅτι, καὶ ἂν ἔλθῃ, μέλλει αἰχμαλωτεύσειν ἡμᾶς· εἰ δὲ πάλιν ἐκεῖνος ἀθε τήσῃ τοὺς ὅρκους του, ἀπέμεινεν εἰς τὸν θεὸν τὸν πολλὰ πλεῖον δυνά μενον ἐκείνου. 7.2 ∆ιὰ ταύτην δὴ τὴν αἰτίαν οὐδέ τινα τῶν υἱῶν αὐτοῦ ἔστειλεν εἰς συνάντησιν αὐτοῦ δὴ τοῦ ἀσεβοῦς, ἀλλὰ μόνους τὸν ἄριστον ἄνδρα ∆ημή τριον τὸν Λεοντάριν, Ἰσάκιον τὸν Ἀσάνην καὶ Μανουὴλ πρωτοστράτορα τὸν Καντακουζηνὸν μετὰ πολλῶν ἀρχοντοπούλων καὶ στρατιωτῶν καὶ δώρων· οἳ καὶ συνήντησαν αὐτῷ περὶ τὰ Κουτουλοῦ καὶ ἦλθον μετ' ἐκεί νου ἕως εἰς τὸ ∆ιπλοκιόνιον, ὅλην δηλονότι τὴν ὁδὸν ὁμιλῶν μετὰ τοῦ Λεοντάρι. 7.3 Ἐκεῖσε δὲ εἰς τὸ ∆ιπλοκιόνιον εὑρεθέντες καὶ ὁ βασιλεὺς ὁ ἅγιος καὶ οἱ υἱοὶ αὐτοῦ μετὰ ἑνὸς κατέργου, ἵνα περάσῃ ἐκεῖνον, καὶ ἐμβὰς εἰς αὐτό, εἰς τὴν θάλασσαν μέσον ἐχαιρετήθησαν πρὸς ἀλλήλους ἀπὸ τὰ κάτεργα καὶ ὁμιλοῦντες ἀπῆλθον μέχρι εἰς τὸν πέρα τόπον τῆς Ἀνατο λῆς, ὅπερ νῦν Σκουτάριον ὀνομάζεται, πρότερον δὲ Χρυσόπολις. Καὶ ἐκεῖνος μὲν ἐξελθὼν ἀπὸ τοῦ κατέργου ἀνέβη εἰς τένδας, ἃς αὐτῷ προη τοίμασαν. Οἱ δὲ βασιλεῖς μετὰ τῶν κατέργων τρώγοντες καὶ πίνοντες καὶ ἀποστολὰς τροφίμους πρὸς ἀλλήλους ἀποστέλλοντες, περὶ τὸν ἑσπερι νὸν ἐκεῖνος μὲν καβαλικεύσας ἀπῆλθε τὴν ὁδὸν τὴν περὶ τὴν Νικομή δειαν φέρουσαν, οἱ δὲ βασιλεῖς ἐπανέστρεψαν οἴκαδε. 7.4 Τὸ δὲ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντος εἰς τὴν ∆ύσιν διὰ τῆς ὁδοῦ τῆς Καλλιπόλεως, ἀπῆλθεν εἰς τὴν Ἀνδριανούπολιν. Ὁ δὲ ἅγιος βασιλεὺς ἑτοιμάσας τὸν Λεοντάριν ∆ημήτριον ἔστειλε πρὸς ἐκεῖνον, ἵνα καὶ περὶ τῶν προμελετωμένων μάθῃ καὶ προμηνύσῃ καὶ ἐκεῖνον ἐλέγξῃ διὰ τῆς καλῆς ἀγάπης καὶ τιμῆς, ἧς πρὸς ἐκεῖνον ἐπεδείξαντο, καὶ διὰ τοῦ περάματος καὶ διὰ τοῦ τοιούτου ἀποκρισιαρίου, τοῦ προσώπου λέγω καὶ τῶν δώρων, ὧν προσεκόμιζεν. Εἶδεν οὖν αὐτὸν ὁ ἀμηρᾶς μετὰ τιμῆς καὶ ἀγάπης ὅτι πλείστης καὶ τέλος εἶπε πρὸς αὐτόν· «Ἔχω ἡμέρας, ὅτι οὐχ ὑγιῶς ἔχω· ἀμὴ θέλω γενεῖν καλὰ καὶ θέλομεν φάγειν καὶ πιεῖν ὁμοῦ καὶ ὁμιλήσειν». Ἐκεῖνος δὲ μετὰ τρεῖς ἡμέρας ἀπέθανε.
8.1 Καὶ τὸν μὲν Λεοντάριν τὸ τυχὸν οὐκ ἐποίησαν, ἀλλ' ἦν εἰς τὴν κατούναν αὑτοῦ, καὶ τάχα θαυμάζων, πῶς οὐδὲν παρακαλεῖται αὐ τὸν ὁ αὐθέντης, ἵνα καὶ τὰς δουλείας αὐτοῦ ἀκούσῃ. Τούτου μαθόντος τὸν θάνατον αὐτοῦ κατ' αὐτὴν δὴ σχεδὸν τὴν ὥραν, ἐπειδὴ δὲ τὰς στράτας ἔκλεισαν κρυφίως τὰς φερούσας εἰς τὴν Πόλιν, καὶ πολλοὺς γραμματοκο μιστὰς ἀποστείλας ὁ Λεοντάρις, οὐδὲν τοὺς ἀφῆκαν νὰ διέλθουν. Καὶ ἡμέραι παρῆλθον, ἰδοὺ ἀπὸ τούτου τὸ κατὰ τῆς Πόλεως ἀπεκαλύφθη μυ στήριον· καὶ θροῦς μέγας ἐγένετο καὶ βουλὴ καὶ μελέτη· καὶ πολλοὺς ἐλέγχους ὁ ἅγιος ἔλαβε βασιλεὺς παρὰ τῶν βουλευόντων, ἵνα πιάσῃ αὐτόν, εἰς τὴν μονὴν τῆς Περιβλέπτου δι' αἰτίαν θανατικοῦ εὑρισ κομένου. 8.2 Μόλις οὖν ποτὲ δι' ἄλλης ὁδοῦ τῆς εἰς Μεσέμβριαν ἀπαγούσης στείλας ὁ Λεοντάρις ἄνθρωπον καὶ ἀπ' ἐκεῖ διὰ θαλάσσης ἐλθόντος, ἔφε ρε γραφήν, ὅτι ὁ ἀμηρᾶς ἀπέθανε· καὶ ἐγένετο τοῦτο δὴ τὸ Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. 8.3 Καὶ ἰδοὺ ἔπεσον εἰς ἑτέραν φροντίδα καὶ βουλὴν καὶ μελέτην, πότερον νὰ ἔχωσι τὸν υἱὸν αὐτοῦ τὸν Μουράτην ἀγάπην καὶ νὰ παρα χωρήσωσιν εἶναι αὐτὸν αὐθέντην, ὡς καὶ τὰ ὁρκωμοτικὰ αὐτῶν διελάμ βανον, ἢ νὰ φέρωσι τὸν Μουσταφᾶν ἀπὸ τοῦ Μυζηθρᾶ καὶ ποιήσωσιν αὐτὸν αὐθέντην εἰς τὴν ∆ύσιν καὶ ὁ Μουράτης ἔνι εἰς τὴν Ἀνατολὴν αὐθέντης. Τοῦ μὲν ἁγίου βασιλέως καὶ πατρὸς τὸ πρῶτον βουλευομένου καὶ κρίνοντος δίκαιον ἐκ πολλῶν αἰτιῶν, τοῦ δὲ υἱοῦ αὐτοῦ καὶ τοῦ Καντα κουζηνοῦ ∆ημητρίου, ὅτι νὰ ποιήσουν τὸ δεύτερον, καὶ ὅτι δίδῃ τους καὶ τὴν Καλλίπολιν, μόλις δέ ποτε οἱονεὶ ὡς κατὰ παραχώρησιν δέδωκεν ἐξουσίαν ὁ ἅγιος βασιλεὺς τῷ υἱῷ αὑτοῦ· Ὡς θέλεις, ἐπειπών, ποίη σον· ἐγὼ γάρ εἰμι, υἱέ μου, καὶ γέρων καὶ