1

 2

 3

 4

 5

 6

 7

 8

3

Γ. 1.74t Γλυκὺς ἀπείρων πόλεμος: ἐπὶ τῶν ὑπ' ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κινδύνους. 1.75 Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων. εἰς τοῦτο γὰρ οἱ Ἴωνες διεβάλλοντο. 1.76 Γνῶθι σαυτόν: ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. 1.77 Γυμνότερος λεβηρίδος: λεβηρὶς τὸ δέρμα τοῦ ὄφεως ἢ τοῦ ἐμβρύου. 1.78 Γυμνῷ φυλακὴν ἐπιτάττεις: ἐπὶ τῶν μὴ δυναμέ νων τὰ προστεταγμένα πληροῦν. 1.79 Γηράσκω ἀεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων. 1.80 Γηρᾷ βοῦς, τὰ δ' ἔργα πολλὰ τῷ βοΐ. 1.81 Γυμνῇ τῇ κεφαλῇ: ἐπὶ τῶν ἀναισχύντως χωρούντων πρὸς πᾶν τὸ τυχόν. 1.82 Γυμνὸς ὡς ἐκ μήτρας: ἐπὶ τῶν ἀπόρων. 1.83 Γυναικὸς φρένας: ἐπὶ τῶν ἀνοήτων. 1.84 Γλῶσσα ποῦ πορεύῃ πόλιν κατορθώσασα καὶ πάλιν καταστρέφουσα: ἐπὶ τῶν διὰ λόγων ἢ βλαπτόν των ἢ ὠφελούντων. 1.85 Γλαῦξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβο λον τοῖς Ἀθηναίοις ἐνομίζετο. 1.86 Γλυκὺς ἀγκών: ἐπὶ τῶν κατειρωνευομένων. τόπος δέ ἐστιν ἐν τῇ Μεμφίδι Ἀγκὼν προσαγορευόμενος ὑπὸ τῶν πλεόντων κατὰ ἀντίφρασιν ἴσως, διὰ τὸ δυσχερές. ἔνιοι δὲ τάττουσιν αὐτὴν ἐπὶ τῶν εὐθυμούντων, παρόσον τὸν ἀγκῶνα οἱ εὐφραινόμενοι τιθέασιν. ∆. 1.87τ ∆ίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας. καὶ ἐπὶ τῶν πυ κναῖς προσπιπτόντων συμφοραῖς. 1.88 ∆εινοὶ πλέκειν μηχανὰς Αἰγύπτιοι. 1.89 ∆ὶς παῖδες οἱ γέροντες: ἐπὶ τῶν πρὸς τῷ γήρᾳ εὐηθεστέρων εἶναι δοκούντων. 1.90 ∆αιδάλεια ποιήματα: ἐπὶ θαυμασμοῦ. 1.91 ∆ικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγα πώντων. οἱ γὰρ ∆ωριεῖς σταχάνην τὴν τρυτάνην καλοῦσι διὰ τὴν στάσιν. 1.92 ∆ιωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι κακὸν ὑφιστα μένων. 1.93 ∆ιὸς ψῆφος: ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. 1.94 ∆ιὰ μέσου καὶ λιμὸς ἔῤῥει καὶ κάλλιστ' ἀπόλ λυται: φθαρέντος γὰρ τοῦ λιμώττοντος καὶ ὁ λιμὸς ἀπόλλυται. 1.95 ∆ίζεσθαι βιοτὴν, ἀρετὴν δ' ὅταν ᾖ βίος. 1.96 ∆ὶς καὶ τρὶς τὸ καλόν: παροιμία, ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν. Ε. 1.97t Ἐν ἅλῳ δρασκάζεις: ἤγουν κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. 1.98 Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκο μένων. 1.99 Ἕλκων ἐφ' ἑαυτὸν ὥσπερ ὁ καικίας νέφος, 1.100 Ἔπειτα πλουτῶν οὐκέθ' ἥδεται φακῆ, πρὸ τοῦ δ' ὑπὸ τῆς πενίας ἅπαντ' ἐπήσθιεν. 2.1 Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ' ὥραν τοῖς ἀναγκαίοις χρωμένων. 2.2 Εἰς θεοῦ ὦτα ἦλθεν: ἐπὶ μεγάλων πραγμάτων. 2.3 Εἷς ἀνὴρ, οὐδεὶς ἀνήρ. 2.4 Ἐν νυκτὶ βουλήν: ἐπειδὴ ἡ νὺξ παῤῥησίαν δίδωσι βουλεύεσθαι. 2.5 Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν ἁρπαζόντων μὲν, κα τασχεθέντων δέ. 2.6 Εἰς μελίττας ἐκώμασας: ἐπὶ τῶν κακουμένων ἀθρόως. 2.7 Ἐν πέντε κριτῶν γούνασι: τὸ γὰρ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς· ἢ ὅτι ἐν γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα ἐγγράφεται. 2.8 Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως παρὰ τινῶν τι λαμβανόντων. 2.9 Ἐλέφαντος οὐδὲν διαφέρει: ἐπὶ τῶν ἀναισθήτων. 2.10 Εἰς Τροιζῆνα βαδίζεις: ἐπὶ τῶν ἐχόντων σπάνιν γενείων. 2.11 Ἐλάφειος ἀνήρ: ὁ δειλός. 2.12 Εὐμεταβολώτερος κοθόρνου: ὑποδήματος εἶδος ὁ κόθορνος, ἐφαρμόζων τοῖς δυσὶ ποσίν. 2.13 Ἔνθ' οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις παραπεσόντων. 2.14 Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν. 2.15 Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: ἐπὶ τῶν ἀλυ σιτελῶν δώρων. 2.16 Ἐν ἅλῳ δρασκάζεις: ἤτοι ἐν ἅλῳ κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. 2.17 Εἶμι γὰρ ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λό γου: ἐπὶ μεγάλων καὶ ἀναντιῤῥήτων καὶ μεγάλην ἰσχὺν ἐχόντων.