1

 2

 3

3

πρῶτον μὲν οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω. Τί γὰρ τὰ ἄχυρα πρὸς τὸν σῖτον; Τί δὲ θρύψις σαρκὸς πρὸς μαρτύρων παλαίσμα τα; Ἐκεῖνα τῶν θεάτρων, ταῦτα τῶν ἐμῶν συλλό γων· ἐκεῖνα τῶν ἀκολάστων, ταῦτα τῶν σωφρονούν των· ἐκεῖνα τῶν φιλοσάρκων, ταῦτα τῶν λυομένων ἀπὸ τοῦ σώματος. Ἔπειτα βούλομαι μὲν εἰπεῖν τι καὶ τολμηρότερον, φείδομαι δὲ τῆς βλασφημίας αἰδοῖ τῆς ἡμέρας· πλὴν οὐ ταῦτα ἀπαιτοῦσι παρ' 35.840 ἡμῶν οἱ μάρτυρες· οὕτω γὰρ εἰπεῖν μετριώ τερον. ʹ. Μὴ τοίνυν ἀνάγνως τελῶμεν, ἀδελφοὶ, τὰ ἅγια, μηδὲ τὰ ὑψηλὰ ταπεινῶς, μηδ' ἀτίμως τὰ τίμια, μηδὲ, συνελόντα εἰπεῖν, χοϊκῶς τὰ τοῦ πνεύματος. Πανηγυρίζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· ἑορτάζει καὶ Ἕλλην, ἀλλ' ὡς ἀρέσκει τοῖς δαίμοσιν. Ἡμῖν δὲ, ὡς πάντα πνευματικὰ, πρᾶξις, κίνημα, βούλημα, λόγος, ἄχρι καὶ βαδίσματος καὶ ἐνδύματος, ἄχρι καὶ νεύματος, εἰς πάντα τοῦ λόγου φθάνοντος καὶ ῥυθμίζοντος τὸν κατὰ Θεὸν ἄνθρωπον· οὕτω καὶ τὸ πανηγυρίζειν, καὶ τὸ φαιδρύνεσθαι. Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀμετρίαν. Ἂν οὕτω συνιῶμεν, καὶ οὕτω πανηγυρίζωμεν, μέγα μὲν, ὅτι καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν· ἃ γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο, κατ' ἐξουσίαν πλάττων μακαριότητα, ταῦτα νομίζομεν ἀποκεῖσθαι τοῖς καθῃραμένοις δι' αἵματος, καὶ τὴν Χριστοῦ θυσίαν μιμησαμένοις· ἀλλὰ τήν γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα, οὐδὲ γὰρ τοῦτο μικρὸν, ὡς ὁ ἐμὸς λόγος, καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα, καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ', ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον, εἰς ἣν πεπιστεύκαμεν, καὶ ᾗ λατρεύομεν, καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων, μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς, μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆς πρώτης πίστεως, τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα, καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.

Ζʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, διὰ τῆς ἁμαρτίας πολεμωθέντας· ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς, καὶ τοῖς μακρὰν, τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου· 35.841 ὁ τῆς ἀγάπης πατὴρ, ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος, ἵνα νομοθετήσῃ καὶ τοῖς ὀνόμασι τὸ φιλάδελφον, ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους, ὅσον καὶ ἠγαπήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς, καὶ τυραννεῖσθαι διὰ τὸν φόβον, καὶ ἀναδύεσθαι σὺν λόγῳ, καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα ποίμνια καταρτίζων, καὶ τὰ μικρὰ μεγαλύνων διὰ τῆς χάριτος, αὐτὸς, κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος, ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ, καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ πνευματικῶς πανηγυρίζειν τοῖς μάρτυσι πείσειε, καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν, ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.