1

 2

 3

 4

 5

3

ἴσον ἡ ἀνισότης ἔχει, τὴν περὶ πάντα μεταβο λήν. Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχω ρεῖ, καὶ ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πι στεύειν καὶ γράμμασι τοῖς καθ' ὕδατος, ἢ ἀνθρώπων εὐημερίᾳ. Καὶ φθόνος μὲν εὐπραξίαν, συμφορὰν δὲ ἔλεος ἵστησιν· καὶ τοῦτο σοφῶς, κατά γε τὸν ἐμὸν λόγον, καὶ θαυμασίως, ἵνα μήτε τὸ ἀλγεῖν ἀπαραμύ θητον ᾖ, μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον.

Εʹ. Σωφρόνων δὲ ἀνδρῶν, οἵτινες παιδεύονται ταῖς συμφοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα. Καὶ τὸ τοῦ Πέτρου πάσχουσιν, ἐπικαλεσαμένου τὴν σωτηρίαν ἐν τῷ μέλλειν καταδύεσθαι· καὶ μᾶλλόν τι προσχωροῦσι Θεῷ διὰ τὸ ἀλγεῖν, καὶ τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπειδὴ κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ, καὶ τὸ χρῄζειν ἐπιστρέφει πρὸς τὸν δοῦναι δυνάμενον, τῷ ἀφθόνῳ τῆς δωρεᾶς τυχὸν καὶ καταφρονούμενον. ∆ιὰ τοῦτο ἄνω νεύω μεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς εὐθυμίαις ἀποβάλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζά λης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου· ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κα κοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ ∆εσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείσ σων ὑγιείας πόνος, καὶ ὑπομονὴ ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρή σεως. Εἴπω συντόμως, μήτε διὰ τὰς συμφορὰς πίπτω μεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν.

ςʹ. Ὑποτασσώμεθα καὶ Θεῷ καὶ ἀλλήλοις, καὶ τοῖς ἐπὶ γῆς ἄρχουσιν· Θεῷ διὰ πάντα, διὰ τὴν φιλ αδελφίαν ἀλλήλοις, δι' εὐταξίαν τοῖς ἄρχουσιν· καὶ 35.975 τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. ∆εινὸν ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τρα χύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνεύματι λύσαντες, καὶ φωτὶ ζόφον ἐπάγοντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. Ἔστι καὶ οὗτος εἷς τῶν ἡμετέρων νόμων, καὶ οὗτος τῶν ἐπαινουμένων, καὶ κάλλιστα διατεταγμένων τῷ Πνεύματι, τὸ δυνα τὸν μετὰ τοῦ καλοῦ δοκιμάσαντι, καὶ νομοθετήσαντι, ὥσπερ δούλους ὑπακούειν δεσπόταις, καὶ γυναῖκας ἀνδράσι, καὶ Κυρίῳ τὴν Ἐκκλησίαν, καὶ μαθητὰς ποιμέσι καὶ διδασκάλοις· οὕτω δὲ καὶ πάσαις ἐξου σίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, ὡς ὑποτελεῖς φόρου τυγχάνοντας· καὶ μὴ κακοποιοῦντας μισεῖν τὸν νόμον, μηδὲ ἀναμένειν τὴν μάχαιραν, ἀλλὰ τῷ φόβῳ καθαιρομένους ἐπαινεῖσθαι ὑπὸ τῆς ἐξουσίας.

Ζʹ. Μία καὶ ἡ αὐτὴ στάθμη· ἀλλὰ φείδεται μὲν τοῦ ὀρθοῦ, περικόπτει δὲ τὸ περιττόν. Εἷς ἥλιος· ἀλλὰ φωτίζει μὲν τὴν ὑγιαίνουσαν ὄψιν, ἀμαυροῖ δὲ τὴν ἀσθενοῦσαν. Βούλει τι καὶ τῶν ἡμετέρων εἴπω θαῤ ῥήσας; Εἷς Χριστός· ἀλλ' εἰς πτῶσιν κεῖται καὶ ἀνά στασιν· πτῶσιν μὲν τοῖς ἀπίστοις, ἀνάστασιν δὲ τοῖς πιστεύουσι· καὶ τοῖς μὲν ἔστι πέτρα προσ κόμματος, καὶ πέτρα σκανδάλου, ὅσοι μὴ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἀλλ' ἐν σκότει διαπορεύον ται, εἴτε εἰδώλοις θρησκεύοντες, εἴτε μέχρι τοῦ γράμματος διαβλέποντες, καὶ ὑπὲρ τοῦτο αὐγασθῆναι μήτε θέλοντες, μήτε ἰσχύοντες· τοῖς δὲ λίθος ἀκρογωνιαῖος, καὶ πέτρα ἐπαινουμένη, ὅσοι συν δεσμοῦνται τῷ λόγῳ, καὶ ἐπ' αὐτῆς βεβήκασιν· εἰ βούλει δὲ, ὁ μαργαρίτης ἐκεῖνος, ὃν πάντων ὧν ἔχει ὠνεῖται ὁ καλὸς ἔμπορος. Ἡμεῖς δὲ τοιοῦτόν τι πά σχομεν, ἀδελφοὶ, μὴ τὰ ἑαυτῶν κατορθοῦντες, ἀλλὰ πρὸς τὴν ἐξουσίαν δυσχεραίνοντες· ὥσπερ ἂν εἴ τις αἰτιῷτο τὸν ἀγωνοθέτην ὡς μοχθηρὸν, αὐτὸς ἐκ παλαίων· ἢ τὸν ἰατρὸν ὡς ἀμαθῆ καὶ θρασὺν ταῖς τομαῖς καὶ ταῖς καύσεσι κεχρημένον, αὐτὸς πονήρως διακείμενος, καὶ τῶν αὐστηροτέρων δεόμε νος φαρμάκων. Ταῦτά μοι πρὸς τοὺς ἀρχομένους πα ραμυθία τε ἅμα καὶ νουθεσία· ταῦτα ὁ πενιχρὸς ποι μὴν