1

 2

 3

3

καὶ τὰ τερπνὰ συμφορὰν ἔστησεν· οὔκουν ὡς παγίοις προσεκτέον. Σοὶ δεινὸν οὐδέν, οὐδὲ τῶν ἄγαν κακῶν· τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾶν ἐνίσταται. ἐμοὶ δὲ πένθος καὶ τὰ μικρὰ φαίνεται· θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία. πῶς δ' ἂν φέροιμι ζημιούμενος θεόν; σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν δέσις, ἡδεῖς δ' ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι· πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς· ἐμοὶ δ' ἄϋπνον τοῦ βίου πλεῖστον μέρος· κεντοῦσι γάρ με καὶ καθεύδονθ' οἱ πόνοι, ἂν δ' ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω· φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας, κρίσις, δικαστὴς ἄρροπος, ἔντρομος στάσις, πηγὴ παφλάζουσ' ἔνθεν ἀσβέστου πυρός, σκώληξ ἐκεῖθεν ἐσθίων ἀειδίως· μέσον συνειδός, ἄγραφος κατήγορος. Θεὸς θεός σοι, ἢν φέρῃ τὰ δεξιά· ἐμοὶ σεβαστός, κἂν φέρῃ τἀναντία. τὸ γάρ με κάμνειν φάρμακον σωτηρίας. ὅσον πιέζομ', ἔρχομαι τόσῳ πέλας θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει θεῷ.

καὶ γὰρ στρατοῦ διωγμὸς εἰς τείχη φέρει. Παῖδες, γυνή σοι καὶ φίλοι παρήγοροι, ἃ καὶ μεθίσταθ' ἡ μεγίστη συμφορά. ἐμοὶ δ' ἔρεισμα καὶ παραψυχὴ θεὸς πεινῶντι καὶ ῥιγοῦντι καὶ στενουμένῳ. ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει, πάτει, βιάζου· μικρὸν ὑβρίσεις χρόνον. θεῷ φέρω τὰ πάντα, πρὸς ὃν καὶ βλέπω. πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον· ἐκεῖ καθίσταμ'· οὐδὲν οἶδα τῶν κάτω. οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι. Τί τἆλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν τὴν ψῆφον οὐ φορητόν, ὥς γέ μοι δοκεῖ. οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί. ἴσον δ' ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν. ἀρκεῖ θεός μοι, κἂν τὰ πάντ' ἄλλος φέρῃ· τοῦτ' εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί. {[Κ.]} Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές; {[Π.]} τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων; καὶ γὰρ κατορθοῦν ἐστιν ἀμφοῖν καὶ πεσεῖν. ἴσον πρὸς ἶσον, ἀλλ' ἐγὼ χείρους πολὺ τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ· τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος. ὧν γὰρ κρατούντων τιμιώτερον κράτος, τούτων πεσόντων πτῶσις ἀθλιωτέρα. ἐκεῖνο δ' αἰτῶ μὴ λογίζεσθαι βίῳ, εἴ τις κάκιστος, τῷ βίῳ γὰρ δυσμενής, σκοπεῖν δ' ἐφ' αὑτοῦ καὶ διακρίνειν τὸ πᾶν καλῶν θ' ὁμοίως καὶ κακῶν καταντίον καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταρρέπειν, οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον. γνοίης δ' ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον. μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππῳ κακῷ ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου ἄριστον ἄνδρα τῷ κακίστῳ τῶν ἐμῶν. κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι. εἰ δ' ἄκρον ἄκρῳ καὶ κακὸν θείης κακῷ ἐναντίους, μάθοις ἄν, ὁππόσον κρατῶ. σκόπει κἀκεῖνο· ἶσον ἐν παντὶ χρόνῳ τὸ πταῖσαν ὑμῖν καὶ παρ' ἡμῖν τὸ κρατοῦν. μίαν δέ φασιν οὐ φέρειν χελιδόνα ἔαρ τὸ τερπνόν, οὐδὲ γῆρας τὴν τρίχα. τί φῄς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ; {[Κρ.]} ∆ίδωμι· πῶς δ' οὔ; τηνικαῦτ' οἰήσομαι χρῆναι προτιμᾶν τὸν κάτω τοῦ σοῦ βίου, ὅταν θεῷ βροτῶν τιν' ἰσώσω μανείς· εἰ δ' οὐ μανήσομ', οὐδὲ τοῦτο πείσομαι. ἀλλ' ἄπιτε· λῷον δ' ἢν ἔχητ' εἰρηνικῶς ἄμφω πρὸς ἀλλήλους τε καὶ θεὸν μέγαν, σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ, σὺ δ' ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων. εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει ἔχειν τὰ δεύτερ'; οὐδὲ τοῦτ' ἀτιμία. οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος.