1

 2

 3

3

δύ ναται; Οὐδαμῶς, ἀλλ' ἐξ ἐνεργείας θεοῦ, ἐξ ἐπιφοιτήσεως ὑψί στου, ἐκ παρουσίας Πνεύματος.

5 Τοιγαροῦν ἡνίκα ἡ παρθένος πρὸς τὸν Γαβριὴλ ἔλεγε· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» τουτέστιν· «Ἐκ πλήττει με τὸ θαῦμα, καταπλήττει με τὸ ῥῆμα», καὶ ὁ τοῦ ἀγ γέλου χρηματισμὸς τὴν παρθένον ἐξίστησιν. «Θαυμαστὰ λέγεις, ἐμοὶ δὲ διὰ τὸ ξένον ὕποπτα. ∆έδοικα τοῦ εὐαγγελισμοῦ τὸ και νόν, θορυβοῦμαι πρὸς τὸ λίαν τῶν λεγομένων ἄηθες. "3Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;"3 Πῶς ἔσομαι μή-τηρ, μὴ γενομένη νύμφη; Οὐκ ἔφθειρα τὸ τῆς ὥρας ἄνθος, τὸν ζωστῆρα τῆς παρθενίας οὐκ ἔλυσα, τὸν δεσμὸν τῆς μήτρας οὐκ ἐχαύνωσα, τὴν σφραγῖδα τῆς γαστρὸς οὐ παρέλυσα.» Ὁ δὲ ἄγγελος παραχρῆμα ἐπήγαγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι» τουτέστιν· «Εἰ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν ἔτεκες θεόν, δούλου μορφὴν λαβεῖν ἐκ σοῦ διὰ σὲ χωρὶς φθορᾶς εὐδοκήσαντα, οὐκ ἂν ὄργανον ἐγένου τῆς τοῦ πάντα παραγαγόντος σαρκώσεως. Ἀλλ' ἐπειδὴ καθαρὰ τυγχάνεις κοίτης γαμικῆς, ἐπειδὴ τὸν ναὸν ἄφθαρτον καὶ τὴν σκηνὴν ῥύπου παντὸς ἐλευθέραν ἐτήρησας, καὶ ὁ Πατὴρ ἐπιδημεῖ σοι καὶ τὸ Πνεῦμα ἐπισκιάζει καὶ μετὰ σαρκὸς ἐκ σοῦ ὁ Μονογενὴς τίκτεται. Σὺ οὖν μηδαμῶς διακριθῇς τὰ ἑξῆς μυστήρια, μὴ διακριθῇς ἐν σπηλαίῳ τίκτουσα τὸν ὅλης τῆς κτίσεως δημιουργόν, μὴ διακριθῇς ἐν φάτνῃ καθίζουσα τὸν ἐπὶ τῶν νώτων τῶν χερουβὶμ καθεζόμενον, οὐκ ἔχουσα τόπον ἐν τῷ καταλύματι καὶ μήτηρ βασιλέως τῶν ἄνω καὶ τῶν κάτω τυγχάνουσα.»

6 Ἑκὼν γὰρ ἐκ σοῦ πτωχεύει, ἵνα καὶ τοὺς πλουσίους χαλι-νώσῃ, καὶ τοῖς πτωχοῖς ὑπόθεσις ὑπομονῆς καὶ διδάσκαλος εὐχαριστίας γένηται. Ἑκὼν ἐπὶ τῆς φάτνης τίθεται, ἵνα οἱ κτηνώδεις προσδράμωσι καὶ τὸν Λόγον εὕρωσιν ἐπὶ τῆς φάτνης καθήμενον, ἵνα ἀναλάβωσιν ἐξ αὐτοῦ τὸ λογικὸν ἀξίωμα, ἵνα σῖτον εὕρωσι προσδοκήσαντες ἄχυρα, ἵνα ὡς κτήνη προσδράμωσι δράγματα κριθῆς ἐπὶ τῆς φάτνης εὑρεῖν οἰόμενοι καὶ τὸν ἄρτον τὸν ἀληθινὸν φάγωσι, τὴν τροφὴν τῆς ζωῆς, τὸ δεῖπνον τοῦ φωτός, τὴν βρῶσιν τῆς χαρᾶς, τῆς ἀφθαρσίας τὸ γλύκασμα, ἐξ οὗ τῆς βασιλείας ἡ γνῶσις, τῆς υἱοθεσίας ὁ ἀρραβών, ὁ τῶν οὐρανῶν κλῆρος, ἡ κοινωνία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.