1

 2

 3

 4

3

μετὰ τῶν παθῶν ἔγεμε καὶ θαυμάτων, ἀντελέγετο· γυμνὸς γὰρ ὑπῆρχεν καὶ τὸν ἥλιον ἔκρυπτεν, τοῖς ἥλοις κατεπέπαρτο καὶ τὰς πέτρας ἐσάλευεν, ἠνοίγετο λόγχῃ τὴν πλευρὰν καὶ τὰ μνήματα τῶν τεθνηκότων ἤνοιγεν. Ἔνθεν τὸ σημεῖον ὑπῆρχεν ἀντιλεγόμενον· οἱ μὲν γὰρ ἄπιστοι ταῦτα καταλιπόντες ἐκεῖνα ἀπέβλεπον· οἱ πιστοὶ δὲ μετὰ τῶν παθῶν ἐθεώρουν τὰ θαύματα. Οὕτως πλάνον μὲν αὐτὸν τότε ὁ δῆμος τῶν Φαρισαίων ἀπέσκωπτον, υἱὸν δὲ θεοῦ ὁ ἑκατόνταρχος ἔλεγεν καὶ εἰπὼν προσεκύνησεν.

11 Τούτοις ἐστὶ τὰ ἑπόμενα σύμφωνα· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί». «Ῥομφαία σοῦ τὴν ψυχήν», ἡ διάκρισις, κατὰ τὸν καιρὸν τοῦ σταυροῦ διαβήσεται· θαυμάσεις γὰρ ὁρῶσα ἐπὶ σταυροῦ κρεμάμενον τὸν χωρὶς φθορᾶς τεχθέντα, τὸν χωρὶς ἀνδρὸς συλληφθέντα, τὸν οὐκ ἀνοίξαντα τὴν μήτραν καὶ τὴν οἰκείαν γέννησιν ἀπαθῶς ἀφθάρτως ἐνεργήσαντα.

12 Τί δὲ ἐντεῦθεν συμβήσεται; «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί»· ἴσως μὲν καὶ ἑτέρων, πολὺ δὲ μᾶλλον τῶν μαθητευθέντων τῷ κυρίῳ, καὶ θεωρησάντων τὰ περὶ αὐτὸν πάθη καὶ τὰ παρ' αὐτοῦ θαύματα, καὶ χειμῶνα ἐκ τῶν λογισμῶν ἑκατέρωθεν ὑπομεινάντων, οἷον Κλεόπας ἔπασχεν <ἐξ> ὧν ὁ Χριστὸς συναντήσας κατὰ τὴν Ἐμμαοῦς αὐτῷ ἀπεκάλυψεν· ἐρωτηθεὶς γὰρ ὁ Κλεόπας ἐπὶ τίνι σκυθρωπάζουσιν καὶ τὴν καρδίαν συγκέχυνται, μικρὰ περὶ τοῦ Χριστοῦ καὶ ὅσα ἐπέτρεπεν ὁ καιρός, οὐκ εἰδὼς πρὸς τίνα λέγει, φθεγξάμενος ἐπιφέρει· «Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», τουτέστιν ἀλλότρια ἐπ' αὐτῷ τῆς ἡμετέρας ἐλπίδος ἐκβέβηκεν. Ἀνεκαλύφθη καὶ τῆς Μαγδαληνῆς Μαρίας ὁ λογισμὸς ἀσθενὴς ὤν· τοῦ Χριστοῦ σταυρωθέντος ἠσθένησεν, ὅτε καὶ αὐτὴ πρὸς αὐτὸν ἔλεγεν· «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.»

13 Τρεχέτω ἡ γλῶττα τῆς εὐαγγελικῆς ἱστορίας τὰ λείποντα· «Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων.» Λαμπρὸς ὁ τῆς Ἅννης πλοῦτος, πανταχόθεν αὐτῇ ὁ τῶν ἀγαθῶν θησαυρὸς συνάγεται, πρῶτον ὅτι προφῆτις ἦν· σκεῦος γὰρ ἀσθενὲς ὡς γυναικεῖον ἔχουσα ἐκάθαιρεν αὐτό, καὶ τὸ τοῦ θεοῦ Πνεῦμα πρὸς αὐτὴν εἰς κατοικίαν εἵλκυσεν· ἔπειτα ὅτι πρεσβῦτις ὑπῆρχεν καὶ τὸ σῶμα γηράσασα οὐκ ἐγήρα τὸ φρόνημα· τρίτον ὅτι χήρα καὶ οὐχ ἁπλῶς χήρα, ἀλλ' ἔτη μὲν ἑπτὰ τὸν ἀριθμὸν τῷ ἀνδρὶ συμβιώσασα, προβεβηκυῖα δὲ ἡμέραις πολλαῖς καὶ χρόνοις τοσούτοις τὸν ζυγὸν τῆς χηρείας ἕλκουσα, νυμφίῳ δευτέρῳ τὴν κοίτην οὐ προδέδωκεν, ἀνθ' ὅτου ἄρα εἰς ἔτος ὀγδοηκοστὸν τοῦ βίου τὴν ἡλικίαν ἤλαυνεν.

14 Ἀλλ' ἐπειδὴ πάντως εἶδε τὸν ἐν τῷ ὀγδοηκοστῷ τετάρτῳ ψαλμῷ σαφῶς τῷ Πνεύματι καταγγελθέντα, ἐζήτησεν εἰπεῖν περὶ αὐτοῦ τοιαῦτα οἷα ∆αυὶδ προβάλλων ὁ ψαλμῳδὸς ἐμελῴδησεν· «Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν»· ἐν τούτοις γὰρ «τῆς Ἰερουσαλὴμ ἡ λύτρωσις», ἣν ἑξῆς οὕτως ἱστορεῖται καὶ κηρύξαι τὸ γύναιον καὶ προφητεῦσαι· φησὶ γάρ· «ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ.» Πολλοὶ μὲν τὸ ἱερὸν οἰκοῦσιν, ἀλλ' οἰκοῦντες ὑβρίζουσιν, ὅσοι οὐχ οὕτως οἰκοῦσιν καθάπερ ἡ Ἅννα κατοικοῦσα ἐτύγχανεν, «νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν»· ταῖς μὲν γὰρ νηστείαις τὸ σῶμα ἐξεκάθαιρε, ταῖς δεήσεσιν δὲ τῆς ψυχῆς ἀνεπτέρου τὸ φρόνημα καὶ ἱερὸν ἐν ἱερῷ κατοικοῦσα ἐτύγχανεν.