1

 2

 3

3

τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὄντως «οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.» Ἀληθῶς οὗτος «λαὸς μωρὸς καὶ οὐχὶ σοφός.» Εἰκότως ὁ Χριστὸς πρὸς αὐτοὺς ἀνεβόα· «Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε.» Τίς πρὸς τὴν οὕτως κατ' αὐτῶν παρατάξηται ἀγνώμονα γνώμην; Τίς τὴν φιλόνεικον αὐτῶν δυσμένειαν διελέγξει; Τοσαύτας αὐτοῖς θαυματουργίας ὁ Χριστὸς περιήντλησε, τοὺς παραλελυμένους νευρῶν, τοὺς λεπροὺς καθαρίζων, τοὺς κακωμένους ὑγιάζων, τοὺς δαιμονιῶντας ἰώμενος, ἀνοίγων τῶν ὀμμάτων τὰ βλέφαρα, τοὺς νεκροὺς αὐτῶν ἀνιστῶν ἐκ τάφων, ὕδωρ εἰς οἶνον μεταποιῶν, καὶ ἄλλα μυρία παρέχων ἅπερ ἐργῶδες λαλεῖν. Καὶ πίστεως παρ' αὐτοῖς οὐδαμοῦ κἂν βραχύ.

7 Ἔστω ἡμῖν οὐ πείθῃ, ὦ Ἰουδαῖε, τοὺς ἱεροφάντας ἀνάγνωθι, τὰς παρὰ σοὶ κειμένας σελίδας ἀνάπτυξον. Μὴ δέξῃ τὸν Πέτρον μηδὲ τὸν Παῦλον. Τοὺς εὐαγγελιστὰς ἀφωσίωσαι. Ἄκουσον γοῦν καὶ Μωυσέως. Τί ἐν νόμῳ προέγραψε; - «Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσετε.» Βλέπε τί προφητεύων Ἠσαΐας βοᾷ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ἄκουσον Ἰερεμίου κεκραγότος μεγάλα· «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ ὑποκαταβαίνων φησίν· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὅρα πάλιν τί Ζαχαρίας ἐσήμανεν· «Ἰδοὺ ἀνήρ, <ἀνατολὴ> ὄνομα αὐτῷ» <καὶ Μαλαχίας· «Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης> καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Καὶ τὸν λόγον αἱμόρρους γυνή, μετὰ πολλὰ ἔτη ἰαθεῖσα, σὺν καὶ ἄλλοις ἐβεβαίωσε καὶ ἐσφράγισε, τῇ ἁφῇ τοῦ κρασπέδου δεξαμένη τὴν ἴασιν. Τί; Τὸν Ἰεζεκιὴλ καὶ τὸν «ἄνδρα τῶν ἐπιθυμιῶν» φιλολόγως ἀνάγνωθι. Πῶς ὁ μέν; «Αὕτη ἡ πύλη» τοῦ κυρίου, ἔλεγε, «καὶ εἰσελεύ σεται κύριος δι' αὐτῆς καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη.» Ὁ δὲ ∆ανιήλ· «Ἐθεώρουν», φησίν, «καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος.»

8 Παράστηθι τῷ Ἰακὼβ καὶ τί λέγει μεταξὺ τῶν εὐλογιῶν κατάμαθε. «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἅψαι τῆς κιθάρας τοῦ Πνεύματος καὶ θέασαι τί ∆αυὶδ ἀκριβῶς ἐμελῴδησε· «Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψι-στος.» Παρθένος γὰρ ἡ μήτηρ καὶ μετὰ τόκον διέμεινε, τῆς παρθενίας σφραγῖδας ἃς ἡ φύσις ἐπέθηκεν ἀπαρασαλεύτους φυλάττουσα. Πάλιν ὅρα τί λέγει ∆αυίδ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη», καὶ ἑξῆς· «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Μὴ ταῦτά τις τῶν διδασκάλων τῶν ἡμετέρων προεμήνυσε; Μή τις τῶν μαθητῶν τοῦ σωτῆρος ἐν δέλτοις ἢ χάρταις τὰ τοιαῦτα συνέγραψεν; Οὐχ ὅσοι περὶ αὐτοῦ προεκήρυξαν τὰ τῆς περιτομῆς ταῦτα περιεσάλπισαν τέκνα; Οὐχ οἱ τοῦ Ἀβραὰμ ἔγγονοι ταῦτα ἀνεκήρυξαν; Ἐν τούτοις οὐ χαίρει πιστεύειν; Ἐντράπηθι τοὺς δαίμονας ἀναβοῶντας καὶ λέγοντας· «Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ» τοῦ ζῶντος; Αἰδέσθητι ἀγγέλων καὶ ἀνθρώπων καὶ δαιμόνων καὶ πάσης ὁμοῦ τῆς κτίσεως τὴν περὶ τοῦ δεσπότου Χριστοῦ ὁμολογίαν. Εἰ δὲ καὶ τούτους παραιτῇ, δέξαι τὴν τοῦ Πατρὸς ἐπ' αὐτῷ μαρτυρίαν οὐρανόθεν βροντῶσαν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.